- 텍스트

Euripides, The Trojan Women, episode 1:

(에우리피데스, The Trojan Women, episode 1:)

Ἥκω λιπὼν Αἴγαιον ἁλμυρὸν βάθος πόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χοροὶ κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός.? ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωικὴν χθόνα Φοῖβός τε κἀγὼ λαΐνους πύργους πέριξ ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτ ἐκ φρενῶν εὔνοι ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει: ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς ὄλωλε πορθηθεῖς: ὁ γὰρ Παρνάσιος Φωκεὺς Ἐπειός, μηχαναῖσι Παλλάδος ἐγκύμον ἵππον τευχέων ξυναρμόσας, πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βρέτας: ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεται Δούρειος Ἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ. ἔρημα δ ἄλση καὶ θεῶν ἀνάκτορα φόνῳ καταρρεῖ: πρὸς δὲ κρηπίδων βάθροις πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών. πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα πρὸς ναῦς Ἀχαιῶν πέμπεται: μένουσι δὲ πρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳ ἀλόχους τε καὶ τέκν εἰσίδωσιν ἄσμενοι, οἳ τήνδ ἐπεστράτευσαν Ἕλληνες πόλιν. ἐγὼ δέ - νικῶμαι γὰρ Ἀργείας θεοῦ Ἥρας Ἀθάνας θ, αἳ συνεξεῖλον Φρύγας - λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τ ἐμούς: ἐρημία γὰρ πόλιν ὅταν λάβῃ κακή, νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει. πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων βοᾷ Σκάμανδρος δεσπότας κληρουμένων. καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς εἴληχ Ἀθηναίων τε Θησεῖδαι πρόμοι. ὅσαι δ ἄκληροι Τρῳάδων, ὑπὸ στέγαις ταῖσδ εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναι στρατοῦ, σὺν αὐταῖς δ ἡ Λάκαινα Τυνδαρὶς Ἑλένη, νομισθεῖς αἰχμάλωτος ἐνδίκως. τὴν δ ἀθλίαν τήνδ εἴ τις εἰσορᾶν θέλει, πάρεστιν, Ἑκάβην κειμένην πυλῶν πάρος, δάκρυα χέουσαν πολλὰ καὶ πολλῶν ὕπερ: ᾗ παῖς μὲν ἀμφὶ μνῆμ Ἀχιλλείου τάφου λάθρα τέθνηκε τλημόνως Πολυξένη: φροῦδος δὲ Πρίαμος καὶ τέκν: ἣν δὲ παρθένον μεθῆκ Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ, τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τ εὐσεβὲς γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος. ἀλλ, ὦ ποτ εὐτυχοῦσα, χαῖρέ μοι, πόλις ξεστόν τε πύργωμ: εἴ σε μὴ διώλεσεν Παλλὰς Διὸς παῖς, ἦσθ ἂν ἐν βάθροις ἔτι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION