호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἥκω λιπὼν Αἴγαιον ἁλμυρὸν βάθος πόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χοροὶ κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός.? ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωικὴν χθόνα Φοῖβός τε κἀγὼ λαΐνους πύργους πέριξ ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτ ἐκ φρενῶν εὔνοι ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει: ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς ὄλωλε πορθηθεῖς: ὁ γὰρ Παρνάσιος Φωκεὺς Ἐπειός, μηχαναῖσι Παλλάδος ἐγκύμον ἵππον τευχέων ξυναρμόσας, πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βρέτας: ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεται Δούρειος Ἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ. ἔρημα δ ἄλση καὶ θεῶν ἀνάκτορα φόνῳ καταρρεῖ: πρὸς δὲ κρηπίδων βάθροις πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών. πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα πρὸς ναῦς Ἀχαιῶν πέμπεται: μένουσι δὲ πρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳ ἀλόχους τε καὶ τέκν εἰσίδωσιν ἄσμενοι, οἳ τήνδ ἐπεστράτευσαν Ἕλληνες πόλιν. ἐγὼ δέ - νικῶμαι γὰρ Ἀργείας θεοῦ Ἥρας Ἀθάνας θ, αἳ συνεξεῖλον Φρύγας - λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τ ἐμούς: ἐρημία γὰρ πόλιν ὅταν λάβῃ κακή, νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει. πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων βοᾷ Σκάμανδρος δεσπότας κληρουμένων. καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς εἴληχ Ἀθηναίων τε Θησεῖδαι πρόμοι. ὅσαι δ ἄκληροι Τρῳάδων, ὑπὸ στέγαις ταῖσδ εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναι στρατοῦ, σὺν αὐταῖς δ ἡ Λάκαινα Τυνδαρὶς Ἑλένη, νομισθεῖς αἰχμάλωτος ἐνδίκως. τὴν δ ἀθλίαν τήνδ εἴ τις εἰσορᾶν θέλει, πάρεστιν, Ἑκάβην κειμένην πυλῶν πάρος, δάκρυα χέουσαν πολλὰ καὶ πολλῶν ὕπερ: ᾗ παῖς μὲν ἀμφὶ μνῆμ Ἀχιλλείου τάφου λάθρα τέθνηκε τλημόνως Πολυξένη: φροῦδος δὲ Πρίαμος καὶ τέκν: ἣν δὲ παρθένον μεθῆκ Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ, τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τ εὐσεβὲς γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος. ἀλλ, ὦ ποτ εὐτυχοῦσα, χαῖρέ μοι, πόλις ξεστόν τε πύργωμ: εἴ σε μὴ διώλεσεν Παλλὰς Διὸς παῖς, ἦσθ ἂν ἐν βάθροις ἔτι. ἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸς μέγαν τε δαίμον ἐν θεοῖς τε τίμιον, λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν·
ἔξεστιν: αἱ γὰρ συγγενεῖς ὁμιλίαι, ἄνασς Ἀθάνα, φίλτρον οὐ σμικρὸν φρενῶν. ἐπῄνες ὀργὰς ἠπίους: φέρω δὲ σοὶ κοινοὺς ἐμαυτῇ τ ἐς μέσον λόγους, ἄναξ. μῶν ἐκ θεῶν του καινὸν ἀγγελεῖς ἔπος, ἢ Ζηνὸς ἢ καὶ δαιμόνων τινὸς πάρα· οὔκ, ἀλλὰ Τροίας οὕνεκ, ἔνθα βαίνομεν, πρὸς σὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω. ἦ πού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα, νῦν ἐς οἶκτον ἦλθες πυρὶ κατῃθαλωμένης· ἐκεῖσε πρῶτ ἄνελθε: κοινώσῃ λόγους καὶ συνθελήσεις ἃν ἐγὼ πρᾶξαι θέλω· μάλιστ: ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν: πότερον Ἀχαιῶν ἦλθες οὕνεκ ἢ Φρυγῶν· τοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι θέλω, στρατῷ δ Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν. τί δ ὧδε πηδᾷς ἄλλοτ εἰς ἄλλους τρόπους μισεῖς τε λίαν καὶ φιλεῖς ὃν ἂν τύχῃς· οὐκ οἶσθ ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς· οἶδ, ἡνίκ Αἰάς εἷλκε Κασάνδραν βίᾳ. κοὐδέν γ Ἀχαιῶν ἔπαθεν οὐδ ἤκους ὕπο. καὶ μὴν ἔπερσάν γ Ἴλιον τῷ σῷ σθένει. τοιγάρ σφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς. ἕτοιμ ἃ βούλῃ τἀπ ἐμοῦ. δράσεις δὲ τί· δύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω. ἐν γῇ μενόντων ἢ καθ ἁλμυρὰν ἅλα· ὅταν πρὸς οἴκους ναυστολῶς ἀπ Ἰλίου. καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετον πέμψει, δνοφώδη τ αἰθέρος φυσήματα: ἐμοὶ δὲ δώσειν φησὶ πῦρ κεραύνιον, βάλλειν Ἀχαιοὺς ναῦς τε πιμπράναι πυρί. σὺ δ αὖ, τὸ σόν, παράσχες Αἴγαιον πόρον τρικυμίαις βρέμοντα καὶ δίναις ἁλός, πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν, ὡς ἂν τὸ λοιπὸν τἄμ ἀνάκτορ εὐσεβεῖν εἰδῶς Ἀχαιοί, θεούς τε τοὺς ἄλλους σέβειν. ἔσται τάδ: ἡ χάρις γὰρ οὐ μακρῶν λόγων δεῖται: ταράξω πέλαγος Αἰγαίας ἁλός. ἀκταὶ δὲ Μυκόνου Δήλιοί τε χοιράδες Σκῦρός τε Λῆμνός θ αἱ Καφήρειοί τ ἄκραι πολλῶν θανόντων σώμαθ ἕξουσιν νεκρῶν. ἀλλ ἑρ´π Ὄλυμπον καὶ κεραυνίους βολὰς λαβοῦσα πατρὸς ἐκ χερῶν καραδόκει, ὅταν στράτευμ Ἀργεῖον ἐξιῇ κάλως. μῶρος δὲ θνητῶν ὅστις ἐκπορθεῖ πόλεις, ναούς τε τύμβους θ, ἱερὰ τῶν κεκμηκότων, ἐρημίᾳ δοὺς αὐτὸς ὤλεθ ὕστερον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기