- 텍스트

Euripides, Suppliants, episode, lyric 1:

(에우리피데스, Suppliants, episode, lyric 1:)

οἴμοι:? τί δὴ βροτοῖσιν οὐκ ἔστιν τόδε, νέους δὶς εἶναι καὶ γέροντας αὖ πάλιν· ἀλλ ἐν δόμοις μὲν ἤν τι μὴ καλῶς ἔχῃ, γνώμαισιν ὑστέραισιν ἐξορθούμεθα, αἰῶνα δ οὐκ ἔξεστιν. εἰ δ ἦμεν νέοι δὶς καὶ γέροντες, εἴ τις ἐξημάρτανε, διπλοῦ βίου λαχόντες ἐξωρθούμεθ ἄν. ἐγὼ γὰρ ἄλλους εἰσορῶν τεκνουμένους παίδων ἐραστὴς ἦ πόθῳ τ ἀπωλλύμην. εἰ δ ἐς τόδ ἦλθον κἀξεπειράθην τέκνων οἱο῀ν στέρεσθαι πατέρα γίγνεται τέκνων, οὐκ ἄν ποτ ἐς τόδ ἦλθον εἰς ὃ νῦν κακόν: ὅστις φυτεύσας καὶ νεανίαν τεκὼν ἄριστον, εἶτα τοῦδε νῦν στερίσκομαι. εἰε῟ν: τί δὴ χρὴ τὸν ταλαίπωρόν με δρᾶν· στείχειν πρὸς οἴκους· κᾆτ ἐρημίαν ἴδω πολλῶν μελάθρων, ἀπορίαν τ ἐμῷ βίῳ· ἢ πρὸς μέλαθρα τοῦδε Καπανέως μόλω· ἥδιστα πρίν γε δῆθ, ὅτ ἦν παῖς ἥδε μοι. ἀλλ οὐκέτ ἔστιν, ἥ γ ἐμὴν γενειάδα προσήγετ αἰεὶ στόματι καὶ κάρα τόδε κατεῖχε χειρί: πατρὶ δ οὐδὲν ἥδιον γέροντι θυγατρός: ἀρσένων δὲ μείζονες ψυχαί, γλυκεῖαι δ ἧσσον ἐς θωπεύματα. οὐχ ὡς τάχιστα δῆτά μ ἄξετ ἐς δόμους· σκότῳ δὲ δώσετ: ἔνθ ἀσιτίαις ἐμὸν δέμας γεραιὸν συντακεὶς ἀποφθερῶ. τί μ ὠφελήσει παιδὸς ὀστέων θιγεῖν· ὦ δυσπάλαιστον γῆρας, ὡς μισῶ ς ἔχων, μισῶ δ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον, βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν: οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν, θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION