- 텍스트

Euripides, Suppliants, episode, antistrophe 1

(에우리피데스, Suppliants, episode, antistrophe 1)

ὁρῶ δὴ τελευτάν, ἵν ἕστακα:? τύχα δέ μοι ξυνάπτοι ποδός: ἀλλὰ τᾶς εὐκλεΐας χάριν ἔνθεν ὁρ- μάσω τᾶσδ ἀπὸ πέτρας πη- δήσασα πυρὸς ἔσω, σῶμά τ αἴθοπι φλογμῷ πόσει συμμείξασα, φίλον χρῶτα χρωτὶ πέλας θεμένα, Φερσεφονείας ἥξω θαλάμους, σὲ τὸν θανόντ οὔποτ ἐμᾷ προδοῦσα ψυχᾷ κατὰ γᾶς. ἴτω φῶς γάμοι τε: ἴθ αἵτινες εὐναὶ δικαίων ὑμεναίων ἐν Ἄργει φανῶσιν τέκνοις: ὅσιος δ <ὅσιος> εὐναῖος γαμέτας συντηχθεὶς αὔραις ἀδόλοις γενναίας ψυχᾶς ἀλόχοιο. καὶ μὴν ὅδ αὐτὸς σὸς πατὴρ βαίνει πέλας γεραιὸς Ἶφις ἐς νεωτέρους λόγους, οὓς οὐ κατειδὼς πρόσθεν ἀλγήσει κλύων. ὦ δυστάλαιναι, δυστάλας δ ἐγὼ γέρων, ἥκω διπλοῦν πένθημ ὁμαιμόνων ἔχων, τὸν μὲν θανόντα παῖδα Καδμείων δορὶ Ἐτέοκλον ἐς γῆν πατρίδα ναυσθλώσων νεκρόν, ζητῶν τ ἐμὴν παῖδ, ἣ δόμων ἐξώπιος βέβηκε πηδήσασα Καπανέως δάμαρ, θανεῖν ἐρῶσα σὺν πόσει. χρόνον μὲν οὖν τὸν πρόσθ ἐφρουρεῖτ ἐν δόμοις: ἐπεὶ δ ἐγὼ φυλακὰς ἀνῆκα τοῖς παρεστῶσιν κακοῖς, βέβηκεν. ἀλλὰ τῇδέ νιν δοξάζομεν μάλιστ ἂν εἶναι: φράζετ εἰ κατείδετε. τί τάσδ ἐρωτᾷς· ἥδ ἐγὼ πέτρας ἔπι ὄρνις τις ὡσεὶ Καπανέως ὑπὲρ πυρᾶς δύστηνον αἰώρημα κουφίζω, πάτερ. τέκνον, τίς αὔρα· τίς στόλος· τίνος χάριν δόμων ὑπεκβᾶς ἦλθες ἐς τήνδε χθόνα· ὀργὴν λάβοις ἂν τῶν ἐμῶν βουλευμάτων κλύων: ἀκοῦσαι δ οὔ σε βούλομαι, πάτερ. τί δ· οὐ δίκαιον πατέρα τὸν σὸν εἰδέναι· κριτὴς ἂν εἰής οὐ σοφὸς γνώμης ἐμῆς. σκευῇ δὲ τῇδε τοῦ χάριν κοσμεῖς δέμας· θέλει τι κλεινὸν οὗτος ὁ στολμός, πάτερ. ὡς οὐκ ἐπ ἀνδρὶ πένθιμος πρέπεις ὁρᾶν. ἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα. κἄπειτα τύμβῳ καὶ πυρᾷ φαίνῃ πέλας· ἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι. νικῶσα νίκην τίνα· μαθεῖν χρῄζω σέθεν. πάσας γυναῖκας ἃς δέδορκεν ἥλιος. ἔργοις Ἀθάνας ἢ φρενῶν εὐβουλίᾳ· ἀρετῇ: πόσει γὰρ συνθανοῦσα κείσομαι. τί φῄς· τί τοῦτ αἴνιγμα σημαίνεις σαθρόν· ᾄσσω θανόντος Καπανέως τήνδ ἐς πυράν. ὦ θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς. τοῦτ αὐτὸ χρῄζω, πάντας Ἀργείους μαθεῖν. ἀλλ οὐδέ τοί σοι πείσομαι δρώσῃ τάδε. ὅμοιον: οὐ γὰρ μὴ κίχῃς μ ἑλὼν χερί. καὶ δὴ παρεῖται σῶμα - σοὶ μὲν οὐ φίλον, ἡμῖν δὲ καὶ τῷ συμπυρουμένῳ πόσει.?

상위

Suppliants

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION