- 텍스트

Euripides, Suppliants, episode, strophe 1

(에우리피데스, Suppliants, episode, strophe 1)

τί φέγγος, τίν αἴγλαν ἐδίφρευε τόθ ἅλιος σελάνα τε κατ αἰθέρα, λαμπάδ ἵν ὠκυθόαι νύμφαι, ἱππεύουσι δι ὀρφναίας, ἁνίκα <γάμων> γάμων τῶν ἐμῶν πόλις Ἄργους ἀοιδάς, εὐδαιμονίας, ἐπύργωσε καὶ γαμέτα χαλκεοτευχοῦς, αἰαῖ, Καπανέως.? πρός ς ἔβαν δρομὰς ἐξ ἐμῶν οἴκων ἐκβακχευσαμένα, πυρᾶς φῶς τάφον τε βατεύσουσα τὸν αὐτόν, ἐς Αἵδαν καταλύσους ἔμμοχθον βίοτον αἰῶνός τε πόνους: ἥδιστος γάρ τοι θάνατος συνθνῄσκειν θνῄσκουσι φίλοις, εἰ δαίμων τάδε κραίνοι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION