- 텍스트

Euripides, Suppliants, episode, strophe 1

(에우리피데스, Suppliants, episode, strophe 1)

τί φέγγος, τίν αἴγλαν ἐδίφρευε τόθ ἅλιος σελάνα τε κατ αἰθέρα, λαμπάδ ἵν ὠκυθόαι νύμφαι, ἱππεύουσι δι ὀρφναίας, ἁνίκα <γάμων> γάμων τῶν ἐμῶν πόλις Ἄργους ἀοιδάς, εὐδαιμονίας, ἐπύργωσε καὶ γαμέτα χαλκεοτευχοῦς, αἰαῖ, Καπανέως.? πρός ς ἔβαν δρομὰς ἐξ ἐμῶν οἴκων ἐκβακχευσαμένα, πυρᾶς φῶς τάφον τε βατεύσουσα τὸν αὐτόν, ἐς Αἵδαν καταλύσους ἔμμοχθον βίοτον αἰῶνός τε πόνους: ἥδιστος γάρ τοι θάνατος συνθνῄσκειν θνῄσκουσι φίλοις, εἰ δαίμων τάδε κραίνοι. καὶ μὴν ὁρᾷς τήνδ ἧς ἐφέστηκας πέλας πυράν, Διὸς θησαυρόν, ἔνθ ἔνεστι σὸς πόσις δαμασθεὶς λαμπάσιν κεραυνίοις.?

상위

Suppliants

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION