- 텍스트

Euripides, Suppliants, episode 2:

(에우리피데스, Suppliants, episode 2:)

τοιόνδε τὸν στρατηγὸν αἱρεῖσθαι χρεών, ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμος μισεῖ θ ὑβριστὴν λαόν, ὃς πράσσων καλῶς ἐς ἄκρα βῆναι κλιμάκων ἐνήλατα ζητῶν ἀπώλες ὄλβον ᾧ χρῆσθαι παρῆν.? νῦν τήνδ ἀέλπτον ἡμέραν ἰδοῦς ἐγὼ θεοὺς νομίζω, καὶ δοκῶ τῆς συμφορᾶς ἔχειν ἔλασσον, τῶνδε τεισάντων δίκην. ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς φρονεῖν λέγουσι· σοῦ γὰρ ἐξηρτήμεθα δρῶμέν τε τοιαῦθ ἃν σὺ τυγχάνῃς θέλων. ἡμῖν γὰρ ἦν τό τ Ἄργος οὐχ ὑποστατόν, αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν: Ἐτεοκλέους τε σύμβασιν ποιουμένου, μέτρια θέλοντος, οὐκ ἐχρῄζομεν λαβεῖν, κἄπειτ ἀπωλόμεσθα. ὁ δ αὖ τότ εὐτυχής, λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα, ὕβριζ, ὑβρίζων τ αὖθις ἀνταπώλετο Κάδμου κακόφρων λαός. ὦ καιροῦ πέρα τὸ τόξον ἐντείνοντες: ὦ κενοὶ βροτῶν, καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακά, φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν: πόλεις τ, ἔχουσαι διὰ λόγου κάμψαι κακά, φόνῳ καθαιρεῖσθ, οὐ λόγῳ, τὰ πράγματα. ἀτὰρ τί ταῦτα· κεῖνο βούλομαι μαθεῖν, πῶς ἐξεσώθης: εἶτα τἄλλ ἐρήσομαι. ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορί, πύλας διῆλθον, ᾗπερ εἰσῄει στρατός. ὧν δ οὕνεχ ἁγὼν ἦν, νεκροὺς κομίζετε· ὅσοι γε κλεινοῖς ἕπτ ἐφέστασαν δόμοις. πῶς φῄς· ὁ δ ἄλλος ποῦ κεκμηκότων ὄχλος· τάφῳ δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς. τοὐκεῖθεν ἢ τοὐνθένδε· τίς δ ἔθαψέ νιν· Θησεύς, σκιώδης ἔνθ Ἐλευθερὶς πέτρα. οὓς δ οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών· ἐγγύς: πέλας γὰρ πᾶν ὅ τι σπουδάζεται. ἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου· οὐδεὶς ἐπέστη τῷδε δοῦλος ὢν πόνῳ. <> φαίης ἄν, εἰ παρῆσθ ὅτ ἠγάπα νεκρούς. ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς· κἄστρωσέ γ εὐνὰς κἀκάλυψε σώματα. δεινὸν μὲν ἦν βάσταγμα κᾀσχύνην ἔχον. τί δ αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά· οἴμοι: πόσῳ σφιν συνθανεῖν ἂν ἤθελον. ἄκραντ ὀδύρῃ ταῖσδέ τ ἐξάγεις δάκρυ. δοκῶ μέν, αὐταί γ εἰσὶν αἱ διδάσκαλοι. ἀλλ εἰε῟ν: αἴρω χεῖρ ἀπαντήσας νεκροῖς Αἵδου τε μολπὰς ἐκχέω δακρυρρόους, φίλους προσαυδῶν, ὧν λελειμμένος τάλας ἔρημα κλαίω: τοῦτο γὰρ μόνον βροτοῖς οὐκ ἔστι τἀνάλωμ ἀναλωθὲν λαβεῖν, ψυχὴν βροτείαν: χρημάτων δ εἰσὶν πόροι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION