호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κοὐδὲν Κρέων τοῖσδ ἀντεκήρυξεν λόγοις, ἀλλ ἧστ ἐφ ὅπλοις σῖγα.? ποιμένες δ ὄχων τετραόρων κατῆρχον ἐντεῦθεν μάχης: πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους, παραιβάτας ἔστησαν ἐς τάξιν δορός. χοἳ μὲν σιδήρῳ διεμάχονθ, οἳ δ ἔστρεφον πώλους ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας. ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξ ἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον, οἵ τ αὖ τὸ Κάδμου διεφύλασσον ἱππικόν, συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε. λεύσσων δὲ ταῦτα κοὐ κλύων - ἐκεῖ γὰρ ἦ ἔνθ ἁρ´ματ ἠγωνίζεθ οἵ τ ἐπεμβάται - τἀκεῖ παρόντα πολλὰ πήματ, οὐκ ἔχω τί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸν κόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν, ἢ τοὺς ἄνω τε καὶ κάτω φορουμένους ἱμᾶσιν, αἵματός τε φοινίου ῥοάς, τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρων ἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίᾳ πρὸς ἁρμάτων τ ἀγαῖσι λειπόντων βίον· νικῶντα δ ἵπποις ὡς ὑπείδετο στρατὸν Κρέων τὸν ἐνθένδ, ἰτέαν λαβὼν χερὶ χωρεῖ, πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν. καὶ συμπατάξαντες μέσον πάντα στρατὸν ἔκτεινον ἐκτείνοντο, καὶ παρηγγύων κελευσμὸν ἀλλήλοισι σὺν πολλῇ βοῇ: Θεῖν: ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ. καὶ μὴν τὰ Θησέως γ οὐκ ὄκνῳ διεφθάρη, ἀλλ ἱέτ εὐθὺς λάμπρ ἀναρπάσας ὅπλα: λόχος δ ὀδόντων ὄφεος ἐξηνδρωμένος δεινὸς παλαιστὴς ἦν: ἔκλινε γὰρ κέρας τὸ λαιὸν ἡμῶν: δεξιοῦ δ ἡσσώμενον φεύγει τὸ κείνων: ἦν δ ἀγὼν ἰσόρροπος. κἀν τῷδε τὸν στρατηγὸν αἰνέσαι παρῆν: οὐ γὰρ τὸ νικῶν τοῦτ ἐκέρδαινεν μόνον, ἀλλ ᾤχετ ἐς τὸ κάμνον οἰκείου στρατοῦ. ἔρρηξε δ αὐδήν, ὥσθ ὑπηχῆσαι χθόνα: Ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυ σπαρτῶν τόδ ἀνδρῶν, οἴχεται τὰ Παλλάδος. θάρσος δ ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῷ. αὐτός θ ὅπλισμα τοὐπιδαύριον λαβὼν δεινῆς κορύνης διαφέρων ἐσφενδόνα ὁμοῦ τραχήλους κἀπικείμενον κάρα, κυνέας θερίζων κἀποκαυλίζων ξύλῳ. μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα. ἐγὼ δ ἀνηλάλαξα κἀνωρχησάμην κἄκρουσα χεῖρας. οἳ δ ἔτεινον ἐς πύλας. βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιν νέων γερόντων, ἱερά τ ἐξεπίμπλασαν φόβῳ. παρὸν δὲ τειχέων ἔσω μολεῖν, Θησεὺς ἐπέσχεν: οὐ γὰρ ὡς πέρσων πόλιν μολεῖν ἔφασκεν, ἀλλ ἀπαιτήσων νεκρούς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기