호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γυναῖκες, ἥκω πόλλ ἔχων λέγειν φίλα, αὐτός τε σωθείς:? ᾑρέθην γὰρ ἐν μάχῃ, ἣν οἱ θανόντων ἑπτὰ δεσποτῶν λόχοι ἠγωνίσαντο ῥεῦμα Διρκαῖον πάρα: νίκην τε Θησέως ἀγγελῶν. λόγου δέ σε μακροῦ ἀποπαύσω: Καπανέως γὰρ ἦ λάτρις, ὃν Ζεὺς κεραυνῷ πυρπόλῳ καταιθαλοῖ. ὦ φίλτατ, εὖ μὲν νόστον ἀγγέλλεις σέθεν τήν τ ἀμφὶ Θησέως βάξιν: εἰ δὲ καὶ στρατὸς σῶς ἐστ Ἀθηνῶν, πάντ ἂν ἀγγέλλοις φίλα. σῶς, καὶ πέπραγεν ὡς Ἄδραστος ὤφελεν πρᾶξαι ξὺν Ἀργείοισιν, οὓς ἀπ Ἰνάχου στείλας ἐπεστράτευσε Καδμείων πόλιν. πῶς γὰρ τροπαῖα Ζηνὸς Αἰγέως τόκος ἔστησεν οἵ τε συμμετασχόντες δορός· λέξον: παρὼν γὰρ οὐ παρόντας εὐφρανεῖς. λαμπρὰ μὲν ἀκτὶς ἡλίου, κανὼν σαφής, ἔβαλλε γαῖαν: ἀμφὶ δ Ἠλέκτρας πύλας ἔστην θεατὴς πύργον εὐαγῆ λαβών. ὁρῶ δὲ φῦλα τρία τριῶν στρατευμάτων: τευχεσφόρον μὲν λαὸν ἐκτείνοντ ἄνω Ἰσμήνιον πρὸς ὄχθον, ὡς μὲν ἦν λόγος, αὐτόν τ ἄνακτα, παῖδα κλεινὸν Αἰγέως, καὶ τοὺς σὺν αὐτῷ, δεξιὸν τεταγμένους κέρας, παλαιᾶς Κεκροπίας <τ> οἰκήτορας, ἴσους ἀριθμόν: ἁρμάτων δ ὀχήματα αὐτόν τε Πάραλον ἐστολισμένον δορὶ κρήνην παρ αὐτὴν Ἄρεος: ἱππότην δ ὄχλον πρὸς κρασπέδοισι στρατοπέδου τεταγμένον. Κάδμου δὲ λαὸς ἧστο πρόσθε τειχέων, νεκροὺς ὄπισθεν θέμενος, ὧν ἔκειτ ἀγών, ἔνερθε σεμνῶν μνημάτων Ἀμφίονος. ἱππεῦσι δ ἱππῆς ἦσαν ἀνθωπλισμένοι τετραόροισί τ ἀντί ἁρ´μαθ ἁρ´μασιν. κῆρυξ δὲ Θησέως εἶπεν ἐς πάντας τάδε: Σιγᾶτε, λαοί: σῖγα, Καδμείων στίχες, ἀκούσαθ: ἡμεῖς ἥκομεν νεκροὺς μέτα, θάψαι θέλοντες, τὸν Πανελλήνων νόμον σῴζοντες, οὐδὲν δεόμενοι τεῖναι φόνον. κοὐδὲν Κρέων τοῖσδ ἀντεκήρυξεν λόγοις, ἀλλ ἧστ ἐφ ὅπλοις σῖγα. ποιμένες δ ὄχων τετραόρων κατῆρχον ἐντεῦθεν μάχης: πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους, παραιβάτας ἔστησαν ἐς τάξιν δορός. χοἳ μὲν σιδήρῳ διεμάχονθ, οἳ δ ἔστρεφον πώλους ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας. ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξ ἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον, οἵ τ αὖ τὸ Κάδμου διεφύλασσον ἱππικόν, συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε. λεύσσων δὲ ταῦτα κοὐ κλύων - ἐκεῖ γὰρ ἦ ἔνθ ἁρ´ματ ἠγωνίζεθ οἵ τ ἐπεμβάται - τἀκεῖ παρόντα πολλὰ πήματ, οὐκ ἔχω τί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸν κόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν, ἢ τοὺς ἄνω τε καὶ κάτω φορουμένους ἱμᾶσιν, αἵματός τε φοινίου ῥοάς, τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρων ἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίᾳ πρὸς ἁρμάτων τ ἀγαῖσι λειπόντων βίον· νικῶντα δ ἵπποις ὡς ὑπείδετο στρατὸν Κρέων τὸν ἐνθένδ, ἰτέαν λαβὼν χερὶ χωρεῖ, πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν. καὶ συμπατάξαντες μέσον πάντα στρατὸν ἔκτεινον ἐκτείνοντο, καὶ παρηγγύων κελευσμὸν ἀλλήλοισι σὺν πολλῇ βοῇ: Θεῖν: ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ. καὶ μὴν τὰ Θησέως γ οὐκ ὄκνῳ διεφθάρη, ἀλλ ἱέτ εὐθὺς λάμπρ ἀναρπάσας ὅπλα: λόχος δ ὀδόντων ὄφεος ἐξηνδρωμένος δεινὸς παλαιστὴς ἦν: ἔκλινε γὰρ κέρας τὸ λαιὸν ἡμῶν: δεξιοῦ δ ἡσσώμενον φεύγει τὸ κείνων: ἦν δ ἀγὼν ἰσόρροπος. κἀν τῷδε τὸν στρατηγὸν αἰνέσαι παρῆν: οὐ γὰρ τὸ νικῶν τοῦτ ἐκέρδαινεν μόνον, ἀλλ ᾤχετ ἐς τὸ κάμνον οἰκείου στρατοῦ. ἔρρηξε δ αὐδήν, ὥσθ ὑπηχῆσαι χθόνα: Ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυ σπαρτῶν τόδ ἀνδρῶν, οἴχεται τὰ Παλλάδος. θάρσος δ ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῷ. αὐτός θ ὅπλισμα τοὐπιδαύριον λαβὼν δεινῆς κορύνης διαφέρων ἐσφενδόνα ὁμοῦ τραχήλους κἀπικείμενον κάρα, κυνέας θερίζων κἀποκαυλίζων ξύλῳ. μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα. ἐγὼ δ ἀνηλάλαξα κἀνωρχησάμην κἄκρουσα χεῖρας. οἳ δ ἔτεινον ἐς πύλας. βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιν νέων γερόντων, ἱερά τ ἐξεπίμπλασαν φόβῳ. παρὸν δὲ τειχέων ἔσω μολεῖν, Θησεὺς ἐπέσχεν: οὐ γὰρ ὡς πέρσων πόλιν μολεῖν ἔφασκεν, ἀλλ ἀπαιτήσων νεκρούς. τοιόνδε τὸν στρατηγὸν αἱρεῖσθαι χρεών, ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμος μισεῖ θ ὑβριστὴν λαόν, ὃς πράσσων καλῶς ἐς ἄκρα βῆναι κλιμάκων ἐνήλατα ζητῶν ἀπώλες ὄλβον ᾧ χρῆσθαι παρῆν.
νῦν τήνδ ἀέλπτον ἡμέραν ἰδοῦς ἐγὼ θεοὺς νομίζω, καὶ δοκῶ τῆς συμφορᾶς ἔχειν ἔλασσον, τῶνδε τεισάντων δίκην. ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς φρονεῖν λέγουσι· σοῦ γὰρ ἐξηρτήμεθα δρῶμέν τε τοιαῦθ ἃν σὺ τυγχάνῃς θέλων. ἡμῖν γὰρ ἦν τό τ Ἄργος οὐχ ὑποστατόν, αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν: Ἐτεοκλέους τε σύμβασιν ποιουμένου, μέτρια θέλοντος, οὐκ ἐχρῄζομεν λαβεῖν, κἄπειτ ἀπωλόμεσθα. ὁ δ αὖ τότ εὐτυχής, λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα, ὕβριζ, ὑβρίζων τ αὖθις ἀνταπώλετο Κάδμου κακόφρων λαός. ὦ καιροῦ πέρα τὸ τόξον ἐντείνοντες: ὦ κενοὶ βροτῶν, καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακά, φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν: πόλεις τ, ἔχουσαι διὰ λόγου κάμψαι κακά, φόνῳ καθαιρεῖσθ, οὐ λόγῳ, τὰ πράγματα. ἀτὰρ τί ταῦτα· κεῖνο βούλομαι μαθεῖν, πῶς ἐξεσώθης: εἶτα τἄλλ ἐρήσομαι. ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορί, πύλας διῆλθον, ᾗπερ εἰσῄει στρατός. ὧν δ οὕνεχ ἁγὼν ἦν, νεκροὺς κομίζετε· ὅσοι γε κλεινοῖς ἕπτ ἐφέστασαν δόμοις. πῶς φῄς· ὁ δ ἄλλος ποῦ κεκμηκότων ὄχλος· τάφῳ δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς. τοὐκεῖθεν ἢ τοὐνθένδε· τίς δ ἔθαψέ νιν· Θησεύς, σκιώδης ἔνθ Ἐλευθερὶς πέτρα. οὓς δ οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών· ἐγγύς: πέλας γὰρ πᾶν ὅ τι σπουδάζεται. ἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου· οὐδεὶς ἐπέστη τῷδε δοῦλος ὢν πόνῳ. <> φαίης ἄν, εἰ παρῆσθ ὅτ ἠγάπα νεκρούς. ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς· κἄστρωσέ γ εὐνὰς κἀκάλυψε σώματα. δεινὸν μὲν ἦν βάσταγμα κᾀσχύνην ἔχον. τί δ αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά· οἴμοι: πόσῳ σφιν συνθανεῖν ἂν ἤθελον. ἄκραντ ὀδύρῃ ταῖσδέ τ ἐξάγεις δάκρυ. δοκῶ μέν, αὐταί γ εἰσὶν αἱ διδάσκαλοι. ἀλλ εἰε῟ν: αἴρω χεῖρ ἀπαντήσας νεκροῖς Αἵδου τε μολπὰς ἐκχέω δακρυρρόους, φίλους προσαυδῶν, ὧν λελειμμένος τάλας ἔρημα κλαίω: τοῦτο γὰρ μόνον βροτοῖς οὐκ ἔστι τἀνάλωμ ἀναλωθὲν λαβεῖν, ψυχὴν βροτείαν: χρημάτων δ εἰσὶν πόροι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기