- 텍스트

Euripides, Suppliants, episode 5:

(에우리피데스, Suppliants, episode 5:)

ἀλλ, ὦ μάταιοι, γνῶτε τἀνθρώπων κακά:? παλαίσμαθ ἡμῶν ὁ βίος: εὐτυχοῦσι δὲ οἳ μὲν τάχ, οἳ δ ἐσαῦθις, οἳ δ ἤδη βροτῶν, τρυφᾷ δ ὁ δαίμων: πρός τε γὰρ τοῦ δυστυχοῦς, ὡς εὐτυχήσῃ, τίμιος γεραίρεται, ὅ τ ὄλβιός νιν πνεῦμα δειμαίνων λιπεῖν ὑψηλὸν αἴρει. γνόντας οὖν χρεὼν τάδε ἀδικουμένους τε μέτρια μὴ θυμῷ φέρειν ἀδικεῖν τε τοιαῦθ οἱᾶ μὴ βλάψαι πόλιν. πῶς οὖν ἂν εἰή· τοὺς ὀλωλότας νεκροὺς θάψαι δὸς ἡμῖν τοῖς θέλουσιν εὐσεβεῖν. ἢ δῆλα τἀνθένδ: εἶμι καὶ θάψω βίᾳ. οὐ γάρ ποτ εἰς Ἕλληνας ἐξοισθήσεται ὡς εἰς ἔμ ἐλθὼν καὶ πόλιν Πανδίονος νόμος παλαιὸς δαιμόνων διεφθάρη. θάρσει: τὸ γάρ τοι τῆς Δίκης σῴζων φάος πολλοὺς ὑπεκφύγοις ἂν ἀνθρώπων ψόγους. βούλῃ συνάψω μῦθον ἐν βραχεῖ σέθεν· λέγ, εἴ τι βούλῃ: καὶ γὰρ οὐ σιγηλὸς εἶ. οὐκ ἄν ποτ ἐκ γῆς παῖδας Ἀργείων λάβοις. κἀμοῦ νυν ἀντάκουσον, εἰ βούλῃ, πάλιν. κλύοιμ ἄν: οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος. θάψω νεκροὺς γῆς ἐξελὼν Ἀσωπίας. ἐν ἀσπίσιν σοι πρῶτα κινδυνευτέον. πολλοὺς ἔτλην δὴ χἁτέρους ἄλλους πόνους. ἦ πᾶσιν οὖν <ς> ἔφυσεν ἐξαρκεῖν πατήρ· ὅσοι γ ὑβρισταί: χρηστὰ δ οὐ κολάζομεν. πράσσειν σὺ πόλλ εἰώθας ἥ τε σὴ πόλις. τοιγὰρ πονοῦσα πολλὰ πόλλ εὐδαιμονεῖ. ἔλθ, ὥς σε λόγχη σπαρτὸς ἐν πόλει λάβῃ. τίς δ ἐκ δράκοντος θοῦρος ἂν γένοιτ Ἄρης· γνώσῃ σὺ πάσχων: νῦν δ ἔτ εἶ νεανίας. οὔτοι μ ἐπαρεῖς ὥστε θυμῶσαι φρένας τοῖς σοῖσι κόμποις: ἀλλ ἀποστέλλου χθονός, λόγους ματαίους οὕσπερ ἠνέγκω λαβών. περαίνομεν γὰρ οὐδέν. ὁρμᾶσθαι χρεὼν πάντ ἄνδρ ὁπλίτην ἁρμάτων τ ἐπεμβάτην, μοναμπύκων τε φάλαρα κινεῖσθαι στόμα ἀφρῷ καταστάζοντα Καδμείαν χθόνα. χωρήσομαι γὰρ ἑπτὰ πρὸς Κάδμου πύλας αὐτὸς σίδηρον ὀξὺν ἐν χεροῖν ἔχων αὐτός τε κῆρυξ. σοὶ δὲ προστάσσω μένειν, Ἄδραστε, κἀμοὶ μὴ ἀναμίγνυσθαι τύχας τὰς σάς. ἐγὼ γὰρ δαίμονος τοὐμοῦ μέτα στρατηλατήσω καινὸς ἐν καινῷ δορί. ἓν δεῖ μόνον μοι: τοὺς θεοὺς ἔχειν, ὅσοι δίκην σέβονται: ταῦτα γὰρ ξυνόνθ ὁμοῦ νίκην δίδωσιν. ἁρετὴ δ οὐδὲν λέγει βροτοῖσιν, ἢ μὴ τὸν θεὸν χρῄζοντ ἔχῃ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION