- 텍스트

Euripides, Suppliants, episode 3:

(에우리피데스, Suppliants, episode 3:)

λέγοιμ ἂν ἤδη.? τῶν μὲν ἠγωνισμένων σοὶ μὲν δοκείτω ταῦτ, ἐμοὶ δὲ τἀντία. ἐγὼ δ ἀπαυδῶ πᾶς τε Καδμεῖος λεὼς Ἄδραστον ἐς γῆν τήνδε μὴ παριέναι: εἰ δ ἔστιν ἐν γῇ, πρὶν θεοῦ δῦναι σέλας, λύσαντα σεμνὰ στεμμάτων μυστήρια τῆσδ ἐξελαύνειν, μηδ ἀναιρεῖσθαι νεκροὺς βίᾳ, προσήκοντ οὐδὲν Ἀργείων πόλει. κἂν μὲν πίθῃ μοι, κυμάτων ἄτερ πόλιν σὴν ναυστολήσεις: εἰ δὲ μή, πολὺς κλύδων ἡμῖν τε καὶ σοὶ συμμάχοις τ ἔσται δορός. σκέψαι δέ, καὶ μὴ τοῖς ἐμοῖς θυμούμενος λόγοισιν, ὡς δὴ πόλιν ἐλευθέραν ἔχων, σφριγῶντ ἀμείψῃ μῦθον ἐκ βραχιόνων: ἐλπὶς γάρ ἐστ ἄπιστον, ἣ πολλὰς πόλεις συνῆψ, ἄγουσα θυμὸν εἰς ὑπερβολάς. ὅταν γὰρ ἔλθῃ πόλεμος ἐς ψῆφον λεώ, οὐδεὶς ἔθ αὑτοῦ θάνατον ἐκλογίζεται, τὸ δυστυχὲς δὲ τοῦτ ἐς ἄλλον ἐκτρέπει: εἰ δ ἦν παρ ὄμμα θάνατος ἐν ψήφου φορᾷ, οὐκ ἄν ποθ Ἑλλὰς δοριμανὴς ἀπώλλυτο. καίτοι δυοῖν γε πάντες ἄνθρωποι λόγοιν τὸν κρείσσον ἴσμεν, καὶ τὰ χρηστὰ καὶ κακά, ὅσῳ τε πολέμου κρεῖσσον εἰρήνη βροτοῖς: ἣ πρῶτα μὲν Μούσαισι προσφιλεστάτη, Ποιναῖσι δ ἐχθρά, τέρπεται δ εὐπαιδίᾳ, χαίρει δὲ πλούτῳ. ταῦτ ἀφέντες οἱ κακοὶ πολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσονα δουλούμεθ, ἄνδρες ἄνδρα καὶ πόλις πόλιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION