호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίς γῆς τύραννος·? πρὸς τίν ἀγγεῖλαί με χρὴ λόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸς Ἐτεοκλέους θανόντος ἀμφ ἑπταστόμους πύλας ἀδελφῇ χειρὶ Πολυνείκους ὕπο· πρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε, ζητῶν τύραννον ἐνθάδ: οὐ γὰρ ἄρχεται ἑνὸς πρὸς ἀνδρός, ἀλλ ἐλευθέρα πόλις. δῆμος δ ἀνάσσει διαδοχαῖσιν ἐν μέρει ἐνιαυσίαισιν, οὐχὶ τῷ πλούτῳ διδοὺς τὸ πλεῖστον, ἀλλὰ χὡ πένης ἔχων ἴσον. ἓν μὲν τόδ ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδως κρεῖσσον: πόλις γὰρ ἧς ἐγὼ πάρειμ ἄπο ἑνὸς πρὸς ἀνδρός, οὐκ ὄχλῳ κρατύνεται: οὐδ ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοις πρὸς κέρδος ἴδιον ἄλλοτ ἄλλοσε στρέφει, τὸ δ αὐτίχ ἡδὺς καὶ διδοὺς πολλὴν χάριν, ἐσαῦθις ἔβλαψ, εἶτα διαβολαῖς νέαις κλέψας τὰ πρόσθε σφάλματ ἐξέδυ δίκης. ἄλλως τε πῶς ἂν μὴ διορθεύων λόγους ὀρθῶς δύναιτ ἂν δῆμος εὐθύνειν πόλιν· ὁ γὰρ χρόνος μάθησιν ἀντὶ τοῦ τάχους κρείσσω δίδωσι. γαπόνος δ ἀνὴρ πένης, εἰ καὶ γένοιτο μὴ ἀμαθής, ἔργων ὕπο οὐκ ἂν δύναιτο πρὸς τὰ κοίν ἀποβλέπειν. ἦ δὴ νοσῶδες τοῦτο τοῖς ἀμείνοσιν, ὅταν πονηρὸς ἀξίωμ ἀνὴρ ἔχῃ γλώσσῃ κατασχὼν δῆμον, οὐδὲν ὢν τὸ πρίν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기