호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Δήμητερ ἑστιοῦχ Ἐλευσῖνος χθονὸς τῆσδ, οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς, εὐδαιμονεῖν με Θησέα τε παῖδ ἐμὸν πόλιν τ Ἀθηνῶν τήν τε Πιτθέως χθόνα, ἐν ᾗ με θρέψας ὀλβίοις ἐν δώμασιν Αἴθραν πατὴρ δίδωσι τῷ Πανδίονος Αἰγεῖ δάμαρτα, Λοξίου μαντεύμασιν.? πάντα γὰρ δι ἀρσένων γυναιξὶ πράσσειν εἰκός, αἵτινες σοφαί. ἐς τάσδε γὰρ βλέψας ἐπηυξάμην τάδε γραῦς, αἳ λιποῦσαι δώματ Ἀργείας χθονὸς ἱκτῆρι θαλλῷ προσπίτνους ἐμὸν γόνυ, πάθος παθοῦσαι δεινόν: ἀμφὶ γὰρ πύλας Κάδμου θανόντων ἑπτὰ γενναίων τέκνων ἄπαιδές εἰσιν, οὕς ποτ Ἀργείων ἄναξ Ἄδραστος ἤγαγ, Οἰδίπου παγκληρίας μέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων γαμβρῷ. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ θάψαι θελουσῶν τῶνδε μητέρων χθονὶ εἴργουσιν οἱ κρατοῦντες οὐδ ἀναίρεσιν δοῦναι θέλουσι, νόμιμ ἀτίζοντες θεῶν. κοινὸν δὲ φόρτον ταῖσδ ἔχων χρείας ἐμῆς Ἄδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε κεῖται, τό τ ἔγχος τήν τε δυστυχεστάτην στένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων: ὅς μ ἐξοτρύνει παῖδ ἐμὸν πεῖσαι λιταῖς νεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸς ῥώμῃ γενέσθαι καὶ τάφου μεταίτιον, μόνον τόδ ἔργον προστιθεὶς ἐμῷ τέκνῳ πόλει τ Ἀθηνῶν. τυγχάνω δ ὑπὲρ χθονὸς ἀρότου προθύους, ἐκ δόμων ἐλθοῦς ἐμῶν πρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεται φρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς. δεσμὸν δ ἄδεσμον τόνδ ἔχουσα φυλλάδος μένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖν Κόρης τε καὶ Δήμητρος, οἰκτίρουσα μὲν πολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων, σέβουσα δ ἱερὰ στέμματ. οἴχεται δέ μοι κῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν, ὡς ἢ τὸ τούτων λυπρὸν ἐξέλῃ χθονός, ἢ τάσδ ἀνάγκας ἱκεσίους λύσῃ, θεοὺς ὅσιόν τι δράσας:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기