호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὄλοιτο μὲν Οἰνεΐδας, ὄλοιτο δὲ Λαρτιάδας, ὅς μ ἄπαιδα γέννας ἔθηκεν ἀριστοτόκοιο:? ἅ θ Ἕλλανα λιποῦσα δόμον Φρυγίων λεχέων ἔπλευσε πλαθεῖς ὑπ Ἰλίῳ ὤλεσε μὲν ς ἕκατι Τροίας, φίλτατε, μυριάδας τε πόλεις ἀνδρῶν ἀγαθῶν ἐκένωσεν. ἦ πολλὰ μὲν ζῶν, πολλὰ δ εἰς Αἵδου μολών, Φιλάμμονος παῖ, τῆς ἐμῆς ἥψω φρενός: ὕβρις γάρ, ἥ ς ἔσφηλε, καὶ Μουσῶν ἔρις τεκεῖν μ ἔθηκε τόνδε δύστηνον γόνον. περῶσα γὰρ δὴ ποταμίους διὰ ῥοὰς λέκτροις ἐπλάθην Στρυμόνος φυταλμίοις, ὅτ ἤλθομεν γῆς χρυσόβωλον ἐς λέπας Πάγγαιον ὀργάνοισιν ἐξησκημέναι Μοῦσαι μεγίστην εἰς ἔριν μελῳδίας κείνῳ σοφιστῇ Θρῃκί, κἀκτυφλώσαμεν Θάμυριν, ὃς ἡμῶν πόλλ ἐδέννασεν τέχνην. κἀπεὶ σὲ τίκτω, συγγόνους αἰδουμένη καὶ παρθενείαν, ἧκ ἐς εὐύδρου πατρὸς δίνας:
τρέφειν δέ ς οὐ βρότειον ἐς χέρα Στρυμὼν δίδωσιν, ἀλλὰ πηγαίαις κόραις. ἔνθ ἐκτραφεὶς κάλλιστα Παρθένων ὕπο, Θρῄκης ἀνάσσων πρῶτος ἦσθ ἀνδρῶν, τέκνον. καί ς ἀμφὶ γῆν μὲν πατρίαν φιλαιμάτους ἀλκὰς κορύσσοντ οὐκ ἐδείμαινον θανεῖν: Τροίας δ ἀπηύδων ἄστυ μὴ κέλσαι ποτε, εἰδυῖα τὸν σὸν πότμον: ἀλλά ς Ἕκτορος πρεσβεύμαθ αἵ τε μυρίαι γερουσίαι ἔπεισαν ἐλθεῖν κἀπικουρῆσαι φίλοις. καὶ τοῦδ, Ἀθάνα, παντὸς αἰτία μόρου, - οὐδὲν δ Ὀδυσσεὺς οὐδ ὁ Τυδέως τόκος ἔδρασε δράσας - μὴ δόκει λεληθέναι.
καίτοι πόλιν σὴν σύγγονοι πρεσβεύομεν Μοῦσαι μάλιστα κἀπιχρώμεθα χθονί, μυστηρίων τε τῶν ἀπορρήτων φανὰς ἔδειξεν Ὀρφεύς, αὐτανέψιος νεκροῦ τοῦδ ὃν κατακτείνεις σύ: Μουσαῖόν τε, σὸν σεμνὸν πολίτην κἀπὶ πλεῖστον ἄνδρ ἕνα ἐλθόντα, Φοῖβος σύγγονοί τ ἠσκήσαμεν. καὶ τῶνδε μισθὸν παῖδ ἔχους ἐν ἀγκάλαις θρηνῶ: σοφιστὴν δ ἄλλον οὐκ ἐπάξομαι. μάτην ἄρ ἡμᾶς Θρῄκιος τροχηλάτης ἐδέννας, Ἕκτορ, τῷδε βουλεῦσαι φόνον. ᾔδη τάδ:
οὐδὲν μάντεων ἔδει φράσαι Ὀδυσσέως τέχναισι τόνδ ὀλωλότα. ἐγὼ δὲ γῆς ἔφεδρον Ἑλλήνων στρατὸν λεύσσων, τί μὴν ἔμελλον οὐ πέμψειν φίλοις κήρυκας, ἐλθεῖν κἀπικουρῆσαι χθονί· ἔπεμψ: ὀφείλων δ ἦλθε συμπονεῖν ἐμοί. οὐ μὴν θανόντι γ οὐδαμῶς συνήδομαι. καὶ νῦν ἕτοιμος τῷδε καὶ τεῦξαι τάφον καὶ ξυμπυρῶσαι μυρίων πέπλων χλιδήν: φίλος γὰρ ἐλθὼν δυστυχῶς ἀπέρχεται. οὐκ εἶσι γαίας ἐς μελάγχιμον πέδον: τοσόνδε Νύμφην τὴν ἔνερθ αἰτήσομαι, τῆς καρποποιοῦ παῖδα Δήμητρος θεᾶς, ψυχὴν ἀνεῖναι τοῦδ: ὀφειλέτις δέ μοι τοὺς Ὀρφέως τιμῶσα φαίνεσθαι φίλους. κἀμοὶ μὲν ὡς θανών τε κοὐ λεύσσων φάος ἔσται τὸ λοιπόν: οὐ γὰρ ἐς ταὐτόν ποτε οὔτ εἶσιν οὔτε μητρὸς ὄψεται δέμας: κρυπτὸς δ ἐν ἄντροις τῆς ὑπαργύρου χθονὸς ἀνθρωποδαίμων κείσεται βλέπων φάος, Βάκχου προφήτης ὥστε Παγγαίου πέτραν ᾤκησε, σεμνὸς τοῖσιν εἰδόσιν θεός. ῥᾷον δὲ πένθος τῆς θαλασσίας θεοῦ οἴσω: θανεῖν γὰρ καὶ τὸν ἐκ κείνης χρεών. θρήνοις δ ἀδελφαὶ πρῶτα μὲν σὲ ὑμνήσομεν, ἔπειτ Ἀχιλλέα Θέτιδος ἐν πένθει ποτέ. οὐ ῥύσεταί νιν Παλλάς, ἥ ς ἀπέκτανεν: τοῖον φαρέτρα Λοξίου σῴζει βέλος. ὦ παιδοποιοὶ συμφοραί, πόνοι βροτῶν: ὡς ὅστις ὑμᾶς μὴ κακῶς λογίζεται, ἄπαις διοίσει κοὐ τεκὼν θάψει τέκνα. οὗτος μὲν ἤδη μητρὶ κηδεύειν μέλει: σὺ δ εἴ τι πράσσειν τῶν προκειμένων θέλεις, Ἕκτορ, πάρεστι: φῶς γὰρ ἡμέρας τόδε. χωρεῖτε, συμμάχους δ ὁπλίζεσθαι τάχος ἄνωχθε πληροῦν τ αὐχένας ξυνωρίδων. πανοὺς δ ἔχοντας χρὴ μένειν Τυρσηνικῆς σάλπιγγος αὐδήν: ὡς ὑπερβαλὼν στρατὸν τείχη τ Ἀχαιῶν ναυσὶν αἶθον ἐμβαλεῖν πέποιθα Τρωσί θ ἡμέραν ἐλευθέραν ἀκτῖνα τὴν στείχουσαν ἡλίου φέρειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기