- 텍스트

Euripides, Rhesus, episode, antistrophe 1

(에우리피데스, Rhesus, episode, antistrophe 1)

ἰὼ ἰώ, μετὰ σέ, ναί, μετὰ σέ, ὦ πολίοχον κράτος, τότ ἄρ ἔμολον, ὅτε σοι ἄγγελος ἦλθον ἀμφὶ ναῦς πύρ αἴθειν:? ἐπεὶ ἄγρυπνον ὄμμ ἐν εὐφρόνῃ οὔτ ἐκοίμις οὔτ ἔβριξ, οὐ τὰς Σιμοεντιάδας πηγάς: μή μοι κότον, ὦ ἄνα, θῇς: ἀναίτιος γὰρ . . . ἔγωγε πάντων. εἰ δὲ χρόνῳ παράκαιρον ἔργον ἢ λόγον πύθῃ, κατά με γᾶς ζῶντα πόρευσον: οὐ παραιτοῦμαι. τί τοῖσδ ἀπειλεῖς βάρβαρός τε βαρβάρου γνώμην ὑφαιρῇ τὴν ἐμήν, πλέκων λόγους· σὺ ταῦτ ἔδρασας: οὐδέν ἂν δεξαίμεθα οὔθ οἱ θανόντες οὔτ ἂν οἱ τετρωμένοι ἄλλον: μακροῦ γε δεῖ σε καὶ σοφοῦ λόγου, ὅτῳ με πείσεις μὴ φίλους κατακτανεῖν, ἵππων ἐρασθείς, ὧν ἕκατι συμμάχους τοὺς σοὺς φονεύεις, πόλλ ἐπισκήπτων μολεῖν. ἦλθον, τεθνᾶσιν: εὐπρεπέστερον Πάρις ξενίαν κατῄσχυν ἢ σὺ συμμάχους κτανών. μὴ γάρ τι λέξῃς ὥς τις Ἀργείων μολὼν διώλες ἡμᾶς: τίς δ ὑπερβαλὼν λόχους Τρώων ἐφ ἡμᾶς ἦλθεν, ὥστε καὶ λαθεῖν· σὺ πρόσθεν ἡμῶν ἧσο καὶ Φρυγῶν στρατός. τίς οὖν τέτρωται, τίς τέθνηκε συμμάχων τῶν σῶν, μολόντων ὧν σὺ πολεμίων λέγεις· ἡμεῖς δ ἑκὰς τετρώμεθ, οἳ δὲ μειζόνως παθόντες οὐχ ὁρῶσιν ἡλίου φάος. ἁπλῶς δ Ἀχαιῶν οὐδέν αἰτιώμεθα. τίς δ ἂν χαμεύνας πολεμίων κατ εὐφρόνην Ῥήσου μολὼν ἐξηῦρεν, εἰ μή τις θεῶν ἔφραζε τοῖς κτανοῦσιν· οὐδ ἀφιγμένον τὸ πάμπαν ᾖσαν: ἀλλὰ μηχανᾷ τάδε. χρόνον μὲν ἤδη συμμάχοισι χρώμεθα ὅσονπερ ἐν γῇ τῇδ Ἀχαιικὸς λεώς, κοὐδὲν πρὸς αὐτῶν οἶδα πλημμελὲς κλύων: ἐν σοὶ δ ἂν ἀρχοίμεσθα. μή μ ἔρως ἕλοι τοιοῦτος ἵππων ὥστ ἀποκτείνειν φίλους. καὶ ταῦτ Ὀδυσσεύς: τίς γὰρ ἄλλος ἄν ποτε ἔδρασεν ἢ βούλευσεν Ἀργείων ἀνήρ· δέδοικα δ αὐτὸν καί τί μου θράσσει φρένας, μὴ καὶ Δόλωνα συντυχὼν κατακτάνῃ: χρόνον γὰρ ἤδη φροῦδος ὢν οὐ φαίνεται. οὐκ οἶδα τοὺς σοὺς οὓς λέγεις Ὀδυσσέας: ἡμεῖς δ ὑπ ἐχθρῶν οὐδενὸς πεπλήγμεθα. σὺ δ οὖν νόμιζε ταῦτ, ἐπείπερ σοι δοκεῖ. ὦ γαῖα πατρίς, πῶς ἂν ἐνθάνοιμί σοι· μὴ θνῇσχ: ἅλις γὰρ τῶν τεθνηκότων ὄχλος. ποῖ δὴ τράπωμαι δεσποτῶν μονούμενος· οἶκός σε κεύθων οὑμὸς ἐξιάσεται. καὶ πῶς με κηδεύσουσιν αὐθεντῶν χέρες· ὅδ αὖ τὸν αὐτὸν μῦθον οὐ λήξει λέγων. ὄλοιθ ὁ δράσας. οὐ γὰρ ἐς σὲ τείνεται γλῶσς, ὡς σὺ κομπεῖς: ἡ Δίκη δ ἐπίσταται. λάζυσθ: ἄγοντες <δ> αὐτὸν ἐς δόμους ἐμούς, οὕτως ὅπως ἂν μὴ γκαλῇ πορσύνετε: ὑμᾶς δ ἰόντας τοῖσιν ἐν τείχει χρεὼν Πριάμῳ τε καὶ γέρουσι σημῆναι νεκροὺς θάπτειν κελεύθου λεωφόρου πρὸς ἐκτροπάς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION