호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ, εἴ τιν ἀλκὴν ἢ σοφοὺς ἔχεις λόγους ἢ φίλτρ ἐπῳδῶν, στεῖχ, ἐρήτυσον τέκνα δεινῆς ἁμίλλης:? ὡς ὁ κίνδυνος μέγας: κἄπαθλα δεινὰ δάκρυά σοι γενήσεται δισσοῖν στερείσῃ τῇδ ἐν ἡμέρᾳ τέκνοιν. ὦ τέκνον ἔξελθ Ἀντιγόνη δόμων πάρος: οὐκ ἐν χορείαις οὐδὲ παρθενεύμασι νῦν σοι προχωρεῖ δαιμόνων κατάστασις, ἀλλ ἄνδρ ἀρίστω καὶ κασιγνήτω σέθεν ἐς θάνατον ἐκνεύοντε κωλῦσαί σε δεῖ ξὺν μητρὶ τῇ σῇ μὴ πρὸς ἀλλήλοιν θανεῖν. τίν, ὦ τεκοῦσα μῆτερ, ἔκπληξιν νέαν φίλοις ἀυτεῖς τῶνδε δωμάτων πάρος· ὦ θύγατερ, ἔρρει σῶν κασιγνήτων βίος. πῶς εἶπας· αἰχμὴν ἐς μίαν καθέστατον. οἲ γώ, τί λέξεις, μῆτερ· οὐ φίλ, ἀλλ ἕπου. ποῖ, παρθενῶνας ἐκλιποῦς· ἀνὰ στρατόν. αἰδούμεθ ὄχλον. οὐκ ἐν αἰσχύνῃ τὰ σά. δράσω δὲ δὴ τί· συγγόνων λύσεις ἔριν. τί δρῶσα, μῆτερ· προσπίτνους ἐμοῦ μέτα. ἡγοῦ σὺ πρὸς μεταίχμι: οὐ μελλητέον. ἔπειγ ἔπειγε, θύγατερ: ὡς, ἢν μὲν φθάσω παῖδας πρὸ λόγχης, οὑμὸς ἐν φάει βίος: θανοῦσι δ αὐτοῖς συνθανοῦσα κείσομαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기