호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καλῶς τὰ τῶν θεῶν καὶ τὰ τῆς τύχης ἔχει:? παῖδές τε γάρ μοι ζῶσι κἀκπέφευγε γῆ. Κρέων δ ἐοίκε τῶν ἐμῶν νυμφευμάτων τῶν τ Οἰδίπου δύστηνος ἀπολαῦσαι κακῶν, παιδὸς στερηθείς, τῇ πόλει μὲν εὐτυχῶς, ἰδίᾳ δὲ λυπρῶς. ἀλλ ἄνελθέ μοι πάλιν, τί τἀπὶ τούτοις παῖδ ἐμὼ δρασείετον. ἐά τὰ λοιπά: δεῦρ ἀεὶ γὰρ εὐτυχεῖς. τοῦτ εἰς ὕποπτον εἶπας: οὐκ ἐατέον. μεῖζον τί χρῄζεις παῖδας ἢ σεσῳσμένους· καὶ τἀπίλοιπά γ εἰ καλῶς πράσσω κλύειν. μέθες μ: ἔρημος παῖς ὑπασπιστοῦ σέθεν. κακόν τι κεύθεις καὶ στέγεις ὑπὸ σκότῳ. κοὐκ ἄν γε λέξαιμ ἐπ ἀγαθοῖσι σοῖς κακά. ἢν μή γε φεύγων ἐκφύγῃς πρὸς αἰθέρα. αἰαῖ: τί μ οὐκ εἰάσας ἐξ εὐαγγέλου φήμης ἀπελθεῖν, ἀλλὰ μηνῦσαι κακά· τὼ παῖδε τὼ σὼ μέλλετον, τολμήματα αἴσχιστα, χωρὶς μονομαχεῖν παντὸς στρατοῦ, λέξαντες Ἀργείοισι Καδμείοισί τε ἐς κοινὸν οἱο῀ν μήποτ ὤφελον λόγον. Ἐτεοκλέης δ ὑπῆρξ ἀπ ὀρθίου σταθεὶς πύργου, κελεύσας σῖγα κηρῦξαι στρατῷ: ἔλεξε δ: ὦ γῆς Ἑλλάδος στρατηλάται Δαναῶν ἀριστῆς, οἵπερ ἤλθετ ἐνθάδε, Κάδμου τε λαός, μήτε Πολυνείκους χάριν ψυχὰς ἀπεμπολᾶτε μήθ ἡμῶν ὕπερ. ἐγὼ γὰρ αὐτὸς τόνδε κίνδυνον μεθεὶς μόνος συνάψω συγγόνῳ τὠμῷ μάχην: κἂν μὲν κτάνω τόνδ, οἶκον οἰκήσω μόνος, ἡσσώμενος δὲ τῷδε παραδώσω μόνῳ: ὑμεῖς δ ἀγῶν ἀφέντες, Ἀργεῖοι, χθόνα νίσεσθε, βίοτον μὴ λιπόντες ἐνθάδε, Σπαρτῶν τε λαὸς ἅλις ὅσος κεῖται νεκρός. τοσαῦτ ἔλεξε: σὸς δὲ Πολυνείκης γόνος ἐκ τάξεων ὤρουσε κἀπῄνει λόγους. πάντες δ ἐπερρόθησαν Ἀργεῖοι τάδε Κάδμου τε λαὸς ὡς δίκαι ἡγούμενοι. ἐπὶ τοῖσδε δ ἐσπείσαντο, κἀν μεταιχμίοις ὁρ´κους συνῆψαν ἐμμενεῖν στρατηλάται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기