호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δ Ἀρκάς, οὐκ Ἀργεῖος, Ἀταλάντης γόνος τυφὼς πύλαισιν ὥς τις ἐμπεσὼν βοᾷ πῦρ καὶ δικέλλας, ὡς κατασκάψων πόλιν:? ἀλλ ἔσχε μαργῶντ αὐτὸν ἐναλίου θεοῦ Περικλύμενος παῖς λᾶαν ἐμβαλὼν κάρᾳ ἁμαξοπληθῆ, γεῖς ἐπάλξεων ἄπο: ξανθὸν δὲ κρᾶτα διεπάλυνε καὶ ῥαφὰς ἔρρηξεν ὀστέων, ἄρτι δ οἰνωπὸν γένυν καθῃμάτωσεν: οὐδ ἀποίσεται βίον τῇ καλλιτόξῳ μητρὶ Μαινάλου κόρῃ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기