- 텍스트

Euripides, Phoenissae, episode

(에우리피데스, Phoenissae, episode)

ὠή, τίς ἐν πύλαισι δωμάτων κυρεῖ·? ἀνοίγετ: ἐκπορεύετ Ιὀκάστην δόμων. ὠὴ μάλ αὖθις: διὰ μακροῦ μέν, ἀλλ ὅμως ἔξελθ, ἄκουσον, Οἰδίπου κλεινὴ δάμαρ, λήξας ὀδυρμῶν πενθίμων τε δακρύων. ὦ φίλτατ, οὔ που ξυμφορὰν ἥκεις φέρων Ἐτεοκλέους θανόντος, οὗ παρ ἀσπίδα βέβηκας αἰεὶ πολεμίων εἴργων βέλη· τί μοί ποθ ἥκεις καινὸν ἀγγελῶν ἔπος· τέθνηκεν ἢ ζῇ παῖς ἐμός· σήμαινέ μοι. ζῇ, μὴ τρέσῃς τόδ, ὥς <ς> ἀπαλλάξω φόβου. τί δ· ἑπτάπυργοι πῶς ἔχουσι περιβολαί· ἑστᾶς ἄθραυστοι, κοὐκ ἀνήρπασται πόλις. ἦλθον δὲ πρὸς κίνδυνον Ἀργείου δορός· ἀκμήν γ ἐπ αὐτήν: ἀλλ ὁ Καδμείων Ἄρης κρείσσων κατέστη τοῦ Μυκηναίου δορός. ἓν εἰπὲ πρὸς θεῶν, εἴ τι Πολυνείκους πέρι οἶσθ: ὡς μέλει μοι καὶ τόδ, εἰ λεύσσει φάος. ζῇ σοι ξυνωρὶς ἐς τόδ ἡμέρας τέκνων. εὐδαιμονοίης. πῶς γὰρ Ἀργείων δόρυ πυλῶν ἀπεστήσασθε πυργηρούμενοι· λέξον, γέροντα τυφλὸν ὡς κατὰ στέγας ἐλθοῦσα τέρψω, τῆσδε γῆς σεσῳσμένης. ἐπεὶ Κρέοντος παῖς ὁ γῆς ὑπερθανὼν πύργων ἐπ ἄκρων στὰς μελάνδετον ξίφος λαιμῶν διῆκε τῇδε γῇ σωτήριον, λόχους ἔνειμεν ἑπτὰ καὶ λοχαγέτας πύλας ἐφ ἑπτά, φύλακας Ἀργείου δορός, σὸς παῖς, ἐφέδρους <δ> ἱππότας μὲν ἱππόταις ἔταξ, ὁπλίτας δ ἀσπιδηφόροις ἔπι, ὡς τῷ νοσοῦντι τειχέων εἰή δορὸς ἀλκὴ δι ὀλίγου. περγάμων δ ἀπ ὀρθίων λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατὸν Τευμησὸν ἐκλιπόντα, καὶ τάφρου πέλας δρόμῳ ξυνῆψαν ἄστυ Καδμείας χθονός. παιὰν δὲ καὶ σάλπιγγες ἐκελάδουν ὁμοῦ ἐκεῖθεν ἔκ τε τειχέων ἡμῶν πάρα. καὶ πρῶτα μὲν προσῆγε Νηίταις πύλαις λόχον πυκναῖσιν ἀσπίσιν πεφρικότα ὁ τῆς κυναγοῦ Παρθενοπαῖος ἔκγονος, ἐπίσημ ἔχων οἰκεῖον ἐν μέσῳ σάκει, ἑκηβόλοις τόξοισιν Ἀταλάντην κάπρον χειρουμένην Αἰτωλόν.

ἐς δὲ Προιτίδας πύλας ἐχώρει σφάγι ἔχων ἐφ ἁρ´ματι ὁ μάντις Ἀμφιάραος, οὐ σημεῖ ἔχων ὑβρισμέν, ἀλλὰ σωφρόνως ἄσημ ὅπλα. Ὠγύγια δ ἐς πυλώμαθ Ἱππομέδων ἄναξ ἔστειχ ἔχων σημεῖον ἐν μέσῳ σάκει στικτοῖς Πανόπτην ὄμμασιν δεδορκότα, τὰ μὲν σὺν ἄστρων ἐπιτολαῖσιν ὄμματα βλέποντα, τὰ δὲ κρύπτοντα δυνόντων μέτα, ὡς ὕστερον θανόντος εἰσορᾶν παρῆν.

Ὁμολωίσιν δὲ τάξιν εἶχε πρὸς πύλαις Τυδεύς, λέοντος δέρος ἔχων ἐπ ἀσπίδι χαίτῃ πεφρικός:

δεξιᾷ δὲ λαμπάδα Τιτὰν Προμηθεὺς ἔφερεν ὡς πρήσων πόλιν. ὁ σὸς δὲ Κρηναίαισι Πολυνείκης πύλαις Ἄρη προσῆγε:

Ποτνιάδες δ ἐπ ἀσπίδι ἐπίσημα πῶλοι δρομάδες ἐσκίρτων φόβῳ, εὖ πως στρόφιγξιν ἔνδοθεν κυκλούμεναι πόρπαχ ὑπ αὐτόν, ὥστε μαίνεσθαι δοκεῖν. ὁ δ οὐκ ἔλασσον Ἄρεος ἐς μάχην φρονῶν Καπανεὺς προσῆγε λόχον ἐπ Ἠλέκτραις πύλαις:

σιδηρονώτοις δ ἀσπίδος τύποις ἐπῆν γίγας ἐπ ὤμοις γηγενὴς ὅλην πόλιν φέρων μοχλοῖσιν ἐξανασπάσας βάθρων, ὑπόνοιαν ἡμῖν οἱᾶ πείσεται πόλις. ταῖς δ ἑβδόμαις Ἄδραστος ἐν πύλαισιν ἦν, ἑκατὸν ἐχίδναις ἀσπίδ ἐκπληρῶν γραφῇ, ὕδρας ἔχων λαιοῖσιν ἐν βραχίοσιν Ἀργεῖον αὔχημ:

ἐκ δὲ τειχέων μέσων δράκοντες ἔφερον τέκνα Καδμείων γνάθοις. παρῆν δ ἑκάστου τῶνδέ μοι θεάματα ξύνθημα παρφέροντι ποιμέσιν λόχων. καὶ πρῶτα μὲν τόξοισι καὶ μεσαγκύλοις ἐμαρνάμεσθα σφενδόναις θ ἑκηβόλοις πετρῶν τ ἀραγμοῖς:

ὡς δ ἐνικῶμεν μάχῃ, ἔκλαγξε Τυδεὺς καὶ σὸς ἐξαίφνης γόνος: ὦ τέκνα Δαναῶν, πρὶν κατεξάνθαι βολαῖς, τί μέλλετ ἄρδην πάντες ἐμπίπτειν πύλαις, γυμνῆτες ἱππῆς ἁρμάτων τ ἐπιστάται· ἠχῆς δ ὅπως ἤκουσαν, οὔτις ἀργὸς ἦν: πολλοὶ δ ἔπιπτον κρᾶτας αἱματούμενοι, ἡμῶν τ ἐς οὖδας εἶδες ἂν πρὸ τειχέων πυκνοὺς κυβιστητῆρας ἐκπεπνευκότας: ξηρὰν δ ἔδευον γαῖαν αἵματος ῥοαῖς. ὁ δ Ἀρκάς, οὐκ Ἀργεῖος, Ἀταλάντης γόνος τυφὼς πύλαισιν ὥς τις ἐμπεσὼν βοᾷ πῦρ καὶ δικέλλας, ὡς κατασκάψων πόλιν:

ἀλλ ἔσχε μαργῶντ αὐτὸν ἐναλίου θεοῦ Περικλύμενος παῖς λᾶαν ἐμβαλὼν κάρᾳ ἁμαξοπληθῆ, γεῖς ἐπάλξεων ἄπο: ξανθὸν δὲ κρᾶτα διεπάλυνε καὶ ῥαφὰς ἔρρηξεν ὀστέων, ἄρτι δ οἰνωπὸν γένυν καθῃμάτωσεν: οὐδ ἀποίσεται βίον τῇ καλλιτόξῳ μητρὶ Μαινάλου κόρῃ. ἐπεὶ δὲ τάσδ ἐσεῖδεν εὐτυχεῖς πύλας, ἄλλας ἐπῄει παῖς σός, εἱπόμην δ ἐγώ.

ὁρῶ δὲ Τυδέα καὶ παρασπιστὰς πυκνοὺς Αἰτωλίσιν λόγχαισιν εἰς ἄκρον στόμα πύργων ἀκοντίζοντας, ὥστ ἐπάλξεων λιπεῖν ἐρίπνας φυγάδας: ἀλλά νιν πάλιν κυναγὸς ὡσεὶ παῖς σὸς ἐξαθροίζεται, πύργοις δ ἐπέστης αὖθις. ἐς δ ἄλλας πύλας ἠπειγόμεσθα, τοῦτο παύσαντες νοσοῦν. Καπανεὺς δὲ πῶς εἴποιμ ἂν ὡς ἐμαίνετο· μακραύχενος γὰρ κλίμακος προσαμβάσεις ἔχων ἐχώρει, καὶ τοσόνδ ἐκόμπασε, μηδ ἂν τὸ σεμνὸν πῦρ νιν εἰργαθεῖν Διὸς τὸ μὴ οὐ κατ ἄκρων περγάμων ἑλεῖν πόλιν. καὶ ταῦθ ἅμ ἠγόρευε καὶ πετρούμενος ἀνεῖρφ ὑπ αὐτὴν ἀσπίδ εἱλίξας δέμας, κλίμακος ἀμείβων ξέστ ἐνηλάτων βάθρα. ἤδη δ ὑπερβαίνοντα γεῖσα τειχέων βάλλει κεραυνῷ Ζεύς νιν: ἐκτύπησε δὲ χθών, ὥστε δεῖσαι πάντας: ἐκ δὲ κλιμάκων ἐσφενδονᾶτο χωρὶς ἀλλήλων μέλη, κόμαι μὲν εἰς Ὄλυμπον, αἷμα δ ἐς χθόνα, χεῖρες δὲ καὶ κῶλ ὡς κύκλωμ Ἰξίονος εἱλίσσετ: ἐς γῆν δ ἔμπυρος πίπτει νεκρός. ὡς δ εἶδ Ἄδραστος Ζῆνα πολέμιον στρατῷ, ἔξω τάφρου καθῖσεν Ἀργείων στρατόν.

οἱ δ αὖ παρ ἡμῶν δεξιὸν Διὸς τέρας ἰδόντες ἐξήλαυνον ἁρμάτων ὄχους ἱππῆς ὁπλῖται, κἀς μές Ἀργείων ὅπλα συνῆψαν ἔγχη: πάντα δ ἦν ὁμοῦ κακά: ἔθνῃσκον ἐξέπιπτον ἀντύγων ἄπο, τροχοί τ ἐπήδων ἄξονές τ ἐπ ἄξοσι, νεκροὶ δὲ νεκροῖς ἐξεσωρεύονθ ὁμοῦ. πύργων μὲν οὖν γῆς ἔσχομεν κατασκαφὰς ἐς τὴν παροῦσαν ἡμέραν: εἰ δ εὐτυχὴς ἔσται τὸ λοιπὸν ἥδε γῆ, θεοῖς μέλει: καὶ νῦν γὰρ αὐτὴν δαιμόνων ἔσῳσέ τις. καλὸν τὸ νικᾶν: εἰ δ ἀμείνον οἱ θεοὶ γνώμην ἔχουσιν - εὐτυχὴς εἰήν ἐγώ. καλῶς τὰ τῶν θεῶν καὶ τὰ τῆς τύχης ἔχει:

παῖδές τε γάρ μοι ζῶσι κἀκπέφευγε γῆ. Κρέων δ ἐοίκε τῶν ἐμῶν νυμφευμάτων τῶν τ Οἰδίπου δύστηνος ἀπολαῦσαι κακῶν, παιδὸς στερηθείς, τῇ πόλει μὲν εὐτυχῶς, ἰδίᾳ δὲ λυπρῶς. ἀλλ ἄνελθέ μοι πάλιν, τί τἀπὶ τούτοις παῖδ ἐμὼ δρασείετον. ἐά τὰ λοιπά: δεῦρ ἀεὶ γὰρ εὐτυχεῖς. τοῦτ εἰς ὕποπτον εἶπας: οὐκ ἐατέον. μεῖζον τί χρῄζεις παῖδας ἢ σεσῳσμένους· καὶ τἀπίλοιπά γ εἰ καλῶς πράσσω κλύειν. μέθες μ: ἔρημος παῖς ὑπασπιστοῦ σέθεν. κακόν τι κεύθεις καὶ στέγεις ὑπὸ σκότῳ. κοὐκ ἄν γε λέξαιμ ἐπ ἀγαθοῖσι σοῖς κακά. ἢν μή γε φεύγων ἐκφύγῃς πρὸς αἰθέρα. αἰαῖ: τί μ οὐκ εἰάσας ἐξ εὐαγγέλου φήμης ἀπελθεῖν, ἀλλὰ μηνῦσαι κακά· τὼ παῖδε τὼ σὼ μέλλετον, τολμήματα αἴσχιστα, χωρὶς μονομαχεῖν παντὸς στρατοῦ, λέξαντες Ἀργείοισι Καδμείοισί τε ἐς κοινὸν οἱο῀ν μήποτ ὤφελον λόγον. Ἐτεοκλέης δ ὑπῆρξ ἀπ ὀρθίου σταθεὶς πύργου, κελεύσας σῖγα κηρῦξαι στρατῷ: ἔλεξε δ: ὦ γῆς Ἑλλάδος στρατηλάται Δαναῶν ἀριστῆς, οἵπερ ἤλθετ ἐνθάδε, Κάδμου τε λαός, μήτε Πολυνείκους χάριν ψυχὰς ἀπεμπολᾶτε μήθ ἡμῶν ὕπερ. ἐγὼ γὰρ αὐτὸς τόνδε κίνδυνον μεθεὶς μόνος συνάψω συγγόνῳ τὠμῷ μάχην: κἂν μὲν κτάνω τόνδ, οἶκον οἰκήσω μόνος, ἡσσώμενος δὲ τῷδε παραδώσω μόνῳ: ὑμεῖς δ ἀγῶν ἀφέντες, Ἀργεῖοι, χθόνα νίσεσθε, βίοτον μὴ λιπόντες ἐνθάδε, Σπαρτῶν τε λαὸς ἅλις ὅσος κεῖται νεκρός. τοσαῦτ ἔλεξε: σὸς δὲ Πολυνείκης γόνος ἐκ τάξεων ὤρουσε κἀπῄνει λόγους. πάντες δ ἐπερρόθησαν Ἀργεῖοι τάδε Κάδμου τε λαὸς ὡς δίκαι ἡγούμενοι. ἐπὶ τοῖσδε δ ἐσπείσαντο, κἀν μεταιχμίοις ὁρ´κους συνῆψαν ἐμμενεῖν στρατηλάται. ἤδη δ ἔκρυπτον σῶμα παγχάλκοις ὅπλοις δισσοὶ γέροντος Οἰδίπου νεανίαι:

φίλοι δ ἐκόσμουν, τῆσδε μὲν πρόμον χθονὸς Σπαρτῶν ἀριστῆς, τὸν δὲ Δαναϊδῶν ἄκροι. ἔσταν δὲ λαμπρὼ χρῶμά τ οὐκ ἠλλαξάτην μαργῶντ ἐπ ἀλλήλοισιν ἱέναι δόρυ. παρεξιόντες δ ἄλλος ἄλλοθεν φίλων λόγοις ἐθάρσυνόν τε κἀξηύδων τάδε: Πολύνεικες, ἐν σοὶ Ζηνὸς ὀρθῶσαι βρέτας τρόπαιον Ἄργει τ εὐκλεᾶ δοῦναι λόγον: Ἐτεοκλέα δ αὖ: νῦν πόλεως ὑπερμαχεῖς, νῦν καλλίνικος γενόμενος σκήπτρων κρατεῖς. τάδ ἠγόρευον παρακαλοῦντες ἐς μάχην. μάντεις δὲ μῆλ ἔσφαζον, ἐμπύρους τ ἀκμὰς ῥήξεις τ ἐνώμων ὑγρότητ ἐναντίαν ἄκραν τε λαμπάδ, ἣ δυοῖν ὁρ´ους ἔχει, νίκης τε σῆμα καὶ τὸ τῶν ἡσσωμένων. ἀλλ, εἴ τιν ἀλκὴν ἢ σοφοὺς ἔχεις λόγους ἢ φίλτρ ἐπῳδῶν, στεῖχ, ἐρήτυσον τέκνα δεινῆς ἁμίλλης:

ὡς ὁ κίνδυνος μέγας: κἄπαθλα δεινὰ δάκρυά σοι γενήσεται δισσοῖν στερείσῃ τῇδ ἐν ἡμέρᾳ τέκνοιν. ὦ τέκνον ἔξελθ Ἀντιγόνη δόμων πάρος: οὐκ ἐν χορείαις οὐδὲ παρθενεύμασι νῦν σοι προχωρεῖ δαιμόνων κατάστασις, ἀλλ ἄνδρ ἀρίστω καὶ κασιγνήτω σέθεν ἐς θάνατον ἐκνεύοντε κωλῦσαί σε δεῖ ξὺν μητρὶ τῇ σῇ μὴ πρὸς ἀλλήλοιν θανεῖν. τίν, ὦ τεκοῦσα μῆτερ, ἔκπληξιν νέαν φίλοις ἀυτεῖς τῶνδε δωμάτων πάρος· ὦ θύγατερ, ἔρρει σῶν κασιγνήτων βίος. πῶς εἶπας· αἰχμὴν ἐς μίαν καθέστατον. οἲ γώ, τί λέξεις, μῆτερ· οὐ φίλ, ἀλλ ἕπου. ποῖ, παρθενῶνας ἐκλιποῦς· ἀνὰ στρατόν. αἰδούμεθ ὄχλον. οὐκ ἐν αἰσχύνῃ τὰ σά. δράσω δὲ δὴ τί· συγγόνων λύσεις ἔριν. τί δρῶσα, μῆτερ· προσπίτνους ἐμοῦ μέτα. ἡγοῦ σὺ πρὸς μεταίχμι: οὐ μελλητέον. ἔπειγ ἔπειγε, θύγατερ: ὡς, ἢν μὲν φθάσω παῖδας πρὸ λόγχης, οὑμὸς ἐν φάει βίος: θανοῦσι δ αὐτοῖς συνθανοῦσα κείσομαι.?

상위

Euripides (에우리피데스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION