호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μὰ τὸν μετ ἄστρων Ζῆν Ἄρη τε φοίνιον, ὃς τοὺς ὑπερτείλαντας ἐκ γαίας ποτὲ Σπαρτοὺς ἄνακτας τῆσδε γῆς ἱδρύσατο.? ἀλλ εἶμι καὶ στὰς ἐξ ἐπάλξεων ἄκρων σφάξας ἐμαυτὸν σηκὸν ἐς μελαμβαθῆ δράκοντος, ἔνθ ὁ μάντις ἐξηγήσατο, ἐλευθερώσω γαῖαν: εἴρηται λόγος. στείχω δέ, θανάτου δῶρον οὐκ αἰσχρὸν πόλει δώσων, νόσου δὲ τήνδ ἀπαλλάξω χθόνα. εἰ γὰρ λαβὼν ἕκαστος ὅ τι δύναιτό τις χρηστὸν διέλθοι τοῦτο κἀς κοινὸν φέροι πατρίδι, κακῶν ἂν αἱ πόλεις ἐλασσόνων πειρώμεναι τὸ λοιπὸν εὐτυχοῖεν ἄν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기