- 텍스트

Euripides, Phoenissae, episode 6:

(에우리피데스, Phoenissae, episode 6:)

ἀλλ εἰᾶ, τέκνον, πρὶν μαθεῖν πᾶσαν πόλιν, ἀκόλαστ ἐάσας μάντεων θεσπίσματα, φεῦγ ὡς τάχιστα τῆσδ ἀπαλλαχθεὶς χθονός:? λέξει γὰρ ἀρχαῖς καὶ στρατηλάταις τάδε, πύλας ἐφ ἑπτὰ καὶ λοχαγέτας μολών: κἂν μὲν φθάσωμεν, ἔστι σοι σωτηρία: ἢν δ ὑστερήσῃς, οἰχόμεσθα, κατθανῇ. ποῖ δῆτα φεύγω· τίνα πόλιν· τίνα ξένων· ὅπου χθονὸς τῆσδ ἐκποδὼν μάλιστ ἔσῃ. οὐκοῦν σὲ φράζειν εἰκός, ἐκπονεῖν δ ἐμέ. Δελφοὺς περάσας - ποῖ με χρή, πάτερ, μολεῖν· Αἰτωλίδ ἐς γῆν. ἐκ δὲ τῆσδε ποῖ περῶ· Θεσπρωτὸν οὖδας. σεμνὰ Δωδώνης βάθρα· ἔγνως. τί δὴ τόδ ἔρυμά μοι γενήσεται· πόμπιμος ὁ δαίμων. χρημάτων δὲ τίς πόρος· ἐγὼ πορεύσω χρυσόν. εὖ λέγεις, πάτερ. χώρει νυν: ὡς σὴν πρὸς κασιγνήτην μολών, ἧς πρῶτα μαστὸν εἵλκυς, Ιὀκάστην λέγω, μητρὸς στερηθεὶς ὀρφανός τ ἀποζυγείς - προσηγορήσων εἶμι καὶ σῴσων βίον. ἀλλ εἰᾶ, χώρει: μὴ τὸ σὸν κωλυέτω. - γυναῖκες, ὡς εὖ πατρὸς ἐξεῖλον φόβον, κλέψας λόγοισιν, ὥσθ ἃ βούλομαι τυχεῖν:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION