호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν:? ἃ δρῶντες ἂν σώσαιτε Καδμείων πόλιν σφάξαι Μενοικέα τόνδε δεῖ ς ὑπὲρ πάτρας, σὸν παῖδ, ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς. τί φῄς· τίν εἶπας τόνδε μῦθον, ὦ γέρον· ἅπερ πέφυκε, ταῦτα κἀνάγκη σὲ δρᾶν. ὦ πολλὰ λέξας ἐν βραχεῖ χρόνῳ κακά. σοί γ, ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια. οὐκ ἔκλυον, οὐκ ἤκουσα: χαιρέτω πόλις. ἁνὴρ ὅδ οὐκέθ αὑτός: ἐκνεύει πάλιν. χαίρων ἴθ: οὐ γὰρ σῶν με δεῖ μαντευμάτων. ἀπόλωλεν ἡ ἀλήθει, ἐπεὶ σὺ δυστυχεῖς· ὦ πρός σε γονάτων καὶ γερασμίου τριχὸς - τί προσπίτνεις με· δυσφύλακτ αἰτῇ κακά. σίγα: πόλει δὲ τούσδε μὴ λέξῃς λόγους. ἀδικεῖν κελεύεις μ: οὐ σιωπήσαιμεν ἄν. τί δή με δράσεις· παῖδά μου κατακτενεῖς· ἄλλοις μελήσει ταῦτ, ἐμοὶ δ εἰρήσεται. ἐκ τοῦ δ ἐμοὶ τόδ ἦλθε καὶ τέκνῳ κακόν· ὀρθῶς μ ἐρωτᾷς κεἰς ἀγῶν ἔρχῃ λόγων. δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴς ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος, σφαγέντα φόνιον αἷμα γῇ δοῦναι χοὰς Κάδμου, παλαιῶν Ἄρεος ἐκ μηνιμάτων, ὃς γηγενεῖ δράκοντι τιμωρεῖ φόνον. καὶ ταῦτα δρῶντες σύμμαχον κτήσεσθ Ἄρη. χθὼν δ ἀντὶ καρποῦ καρπὸν ἀντί θ αἵματος αἷμ ἢν λάβῃ βρότειον, ἕξετ εὐμενῆ γῆν, ἥ ποθ ἡμῖν χρυσοπήληκα στάχυν σπαρτῶν ἀνῆκεν: ἐκ γένους δὲ δεῖ θανεῖν τοῦδ, ὃς δράκοντος γένυος ἐκπέφυκε παῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기