- 텍스트

Euripides, Phoenissae, episode 1:

(에우리피데스, Phoenissae, episode 1:)

Ἐτεοκλέους μὲν οὕνεκ ἂν κλῄσας στόμα χρησμοὺς ἐπέσχον:? σοὶ δ, ἐπεὶ χρῄζεις μαθεῖν, λέξω. νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον, ἐξ οὗ τεκνώθη Λάιος βίᾳ θεῶν πόσιν τ ἔφυσε μητρὶ μέλεον Οἰδίπουν: αἵ θ αἱματωποὶ δεργμάτων διαφθοραὶ θεῶν σόφισμα κἀπίδειξις Ἑλλάδι. ἃ συγκαλύψαι παῖδες Οἰδίπου χρόνῳ χρῄζοντες, ὡς δὴ θεοὺς ὑπεκδραμούμενοι, ἥμαρτον ἀμαθῶς: οὔτε γὰρ γέρα πατρὶ οὔτ ἔξοδον διδόντες, ἄνδρα δυστυχῆ ἐξηγρίωσαν: ἐκ δ ἔπνευς αὐτοῖς ἀρὰς δεινάς, νοσῶν τε καὶ πρὸς ἠτιμασμένος. ἁγὼ τί <οὐ> δρῶν, ποῖα δ οὐ λέγων ἔπη ἐς ἔχθος ἦλθον παισὶ τοῖσιν Οἰδίπου· ἐγγὺς δὲ θάνατος αὐτόχειρ αὐτοῖς, Κρέον: πολλοὶ δὲ νεκροὶ περὶ νεκροῖς πεπτωκότες Ἀργεῖα καὶ Καδμεῖα μείξαντες βέλη πικροὺς γόους δώσουσι Θηβαίᾳ χθονί. σύ τ ὦ τάλαινα συγκατασκάπτῃ πόλι, εἰ μὴ λόγοισι τοῖς ἐμοῖς τὶς πείσεται. ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν, τῶν Οἰδίπου μηδένα πολίτην μηδ ἄνακτ εἶναι χθονός, ὡς δαιμονῶντας κἀνατρέψοντας πόλιν. ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τἀγαθοῦ, μί ἔστιν ἄλλη μηχανὴ σωτηρίας. ἀλλ - οὐ γὰρ εἰπεῖν οὔτ ἐμοὶ τόδ ἀσφαλὲς πικρόν τε τοῖσι τὴν τύχην κεκτημένοις πόλει παρασχεῖν φάρμακον σωτηρίας - ἄπειμι. χαίρεθ: εἷς γὰρ ὢν πολλῶν μέτα τὸ μέλλον, εἰ χρή, πείσομαι: τί γὰρ πάθω· ἐπίσχες αὐτοῦ, πρέσβυ. μὴ πιλαμβάνου. μεῖνον, τί φεύγεις· ἡ τύχη ς, ἀλλ οὐκ ἐγώ. φράσον πολίταις καὶ πόλει σωτηρίαν. βούλῃ σὺ μέντοι κοὐχὶ βουλήσῃ τάχα. καὶ πῶς πατρῴαν γαῖαν οὐ σῷσαι θέλω· θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις· ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν· κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων. πρῶτον δ ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν, ποῦ στιν Μενοικεύς, ὅς με δεῦρ ἐπήγαγεν· ὅδ οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ. ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς. ἐμὸς πεφυκὼς παῖς ἃ δεῖ σιγήσεται. βούλῃ παρόντος δῆτά σοι τούτου φράσω· κλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION