- 텍스트

Euripides, Phoenissae, episode

(에우리피데스, Phoenissae, episode)

ἡγοῦ πάροιθε, θύγατερ:? ὡς τυφλῷ ποδὶ ὀφθαλμὸς εἶ σύ, ναυβάταισιν ἄστρον ὥς: δεῦρ ἐς τὸ λευρὸν πέδον ἴχνος τιθεῖς ἐμόν, πρόβαινε, μὴ σφαλῶμεν: ἀσθενὴς πατήρ: κλήρους τέ μοι φύλασσε παρθένῳ χερί, οὓς ἔλαβον οἰωνίσματ ὀρνίθων μαθὼν θάκοισιν ἐν ἱεροῖσιν, οὗ μαντεύομαι. τέκνον Μενοικεῦ, παῖ Κρέοντος, εἰπέ μοι πόση τις ἡ πίλοιπος ἄστεως ὁδὸς πρὸς πατέρα τὸν σόν: ὡς ἐμὸν κάμνει γόνυ, πυκνὴν δὲ βαίνων ἤλυσιν μόλις περῶ. θάρσει: πέλας γάρ, Τειρεσία, φίλοισι σοῖς ἐξώρμισαι σὸν πόδα: λαβοῦ δ αὐτοῦ, τέκνον: ὡς πᾶς ἀπήνη πούς τε πρεσβύτου φιλεῖ χειρὸς θυραίας ἀναμένειν κουφίσματα. εἰε῟ν, πάρεσμεν: τί με καλεῖς σπουδῇ, Κρέον· οὔπω λελήσμεθ: ἀλλὰ σύλλεξαι σθένος καὶ πνεῦμ ἄθροισον, αἶπος ἐκβαλὼν ὁδοῦ. κόπῳ παρεῖμαι γοῦν Ἐρεχθειδῶν ἄπο δεῦρ ἐκκομισθεὶς τῆς πάροιθεν ἡμέρας: κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορός, οὗ καλλινίκους Κεκροπίδας ἔθηκ ἐγώ: καὶ τόνδε χρυσοῦν στέφανον, ὡς ὁρᾷς, ἔχω λαβὼν ἀπαρχὰς πολεμίων σκυλευμάτων. οἰωνὸν ἐθέμην καλλίνικα σὰ στέφη: ἐν γὰρ κλύδωνι κείμεθ, ὥσπερ οἶσθα σύ, δορὸς Δαναϊδῶν, καὶ μέγας Θήβαις ἀγών. βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοις ἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα: ἐμοὶ δ ἐπέσταλκ ἐκμαθεῖν σέθεν πάρα, τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλιν. Ἐτεοκλέους μὲν οὕνεκ ἂν κλῄσας στόμα χρησμοὺς ἐπέσχον:

σοὶ δ, ἐπεὶ χρῄζεις μαθεῖν, λέξω. νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον, ἐξ οὗ τεκνώθη Λάιος βίᾳ θεῶν πόσιν τ ἔφυσε μητρὶ μέλεον Οἰδίπουν: αἵ θ αἱματωποὶ δεργμάτων διαφθοραὶ θεῶν σόφισμα κἀπίδειξις Ἑλλάδι. ἃ συγκαλύψαι παῖδες Οἰδίπου χρόνῳ χρῄζοντες, ὡς δὴ θεοὺς ὑπεκδραμούμενοι, ἥμαρτον ἀμαθῶς: οὔτε γὰρ γέρα πατρὶ οὔτ ἔξοδον διδόντες, ἄνδρα δυστυχῆ ἐξηγρίωσαν: ἐκ δ ἔπνευς αὐτοῖς ἀρὰς δεινάς, νοσῶν τε καὶ πρὸς ἠτιμασμένος. ἁγὼ τί <οὐ> δρῶν, ποῖα δ οὐ λέγων ἔπη ἐς ἔχθος ἦλθον παισὶ τοῖσιν Οἰδίπου· ἐγγὺς δὲ θάνατος αὐτόχειρ αὐτοῖς, Κρέον: πολλοὶ δὲ νεκροὶ περὶ νεκροῖς πεπτωκότες Ἀργεῖα καὶ Καδμεῖα μείξαντες βέλη πικροὺς γόους δώσουσι Θηβαίᾳ χθονί. σύ τ ὦ τάλαινα συγκατασκάπτῃ πόλι, εἰ μὴ λόγοισι τοῖς ἐμοῖς τὶς πείσεται. ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν, τῶν Οἰδίπου μηδένα πολίτην μηδ ἄνακτ εἶναι χθονός, ὡς δαιμονῶντας κἀνατρέψοντας πόλιν. ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τἀγαθοῦ, μί ἔστιν ἄλλη μηχανὴ σωτηρίας. ἀλλ - οὐ γὰρ εἰπεῖν οὔτ ἐμοὶ τόδ ἀσφαλὲς πικρόν τε τοῖσι τὴν τύχην κεκτημένοις πόλει παρασχεῖν φάρμακον σωτηρίας - ἄπειμι. χαίρεθ: εἷς γὰρ ὢν πολλῶν μέτα τὸ μέλλον, εἰ χρή, πείσομαι: τί γὰρ πάθω· ἐπίσχες αὐτοῦ, πρέσβυ. μὴ πιλαμβάνου. μεῖνον, τί φεύγεις· ἡ τύχη ς, ἀλλ οὐκ ἐγώ. φράσον πολίταις καὶ πόλει σωτηρίαν. βούλῃ σὺ μέντοι κοὐχὶ βουλήσῃ τάχα. καὶ πῶς πατρῴαν γαῖαν οὐ σῷσαι θέλω· θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις· ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν· κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων. πρῶτον δ ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν, ποῦ στιν Μενοικεύς, ὅς με δεῦρ ἐπήγαγεν· ὅδ οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ. ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς. ἐμὸς πεφυκὼς παῖς ἃ δεῖ σιγήσεται. βούλῃ παρόντος δῆτά σοι τούτου φράσω· κλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας. ἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν:

ἃ δρῶντες ἂν σώσαιτε Καδμείων πόλιν σφάξαι Μενοικέα τόνδε δεῖ ς ὑπὲρ πάτρας, σὸν παῖδ, ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς. τί φῄς· τίν εἶπας τόνδε μῦθον, ὦ γέρον· ἅπερ πέφυκε, ταῦτα κἀνάγκη σὲ δρᾶν. ὦ πολλὰ λέξας ἐν βραχεῖ χρόνῳ κακά. σοί γ, ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια. οὐκ ἔκλυον, οὐκ ἤκουσα: χαιρέτω πόλις. ἁνὴρ ὅδ οὐκέθ αὑτός: ἐκνεύει πάλιν. χαίρων ἴθ: οὐ γὰρ σῶν με δεῖ μαντευμάτων. ἀπόλωλεν ἡ ἀλήθει, ἐπεὶ σὺ δυστυχεῖς· ὦ πρός σε γονάτων καὶ γερασμίου τριχὸς - τί προσπίτνεις με· δυσφύλακτ αἰτῇ κακά. σίγα: πόλει δὲ τούσδε μὴ λέξῃς λόγους. ἀδικεῖν κελεύεις μ: οὐ σιωπήσαιμεν ἄν. τί δή με δράσεις· παῖδά μου κατακτενεῖς· ἄλλοις μελήσει ταῦτ, ἐμοὶ δ εἰρήσεται. ἐκ τοῦ δ ἐμοὶ τόδ ἦλθε καὶ τέκνῳ κακόν· ὀρθῶς μ ἐρωτᾷς κεἰς ἀγῶν ἔρχῃ λόγων. δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴς ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος, σφαγέντα φόνιον αἷμα γῇ δοῦναι χοὰς Κάδμου, παλαιῶν Ἄρεος ἐκ μηνιμάτων, ὃς γηγενεῖ δράκοντι τιμωρεῖ φόνον. καὶ ταῦτα δρῶντες σύμμαχον κτήσεσθ Ἄρη. χθὼν δ ἀντὶ καρποῦ καρπὸν ἀντί θ αἵματος αἷμ ἢν λάβῃ βρότειον, ἕξετ εὐμενῆ γῆν, ἥ ποθ ἡμῖν χρυσοπήληκα στάχυν σπαρτῶν ἀνῆκεν: ἐκ γένους δὲ δεῖ θανεῖν τοῦδ, ὃς δράκοντος γένυος ἐκπέφυκε παῖς. σὺ δ ἐνθάδ ἡμῖν λοιπὸς εἶ σπαρτῶν γένους ἀκέραιος, ἔκ τε μητρὸς ἀρσένων τ ἄπο, οἱ σοί τε παῖδες.

Αἵμονος μὲν οὖν γάμοι σφαγὰς ἀπείργους. οὐ γάρ ἐστιν ᾔθεος: κεἰ μὴ γὰρ εὐνῆς ἥψατ, ἀλλ ἔχει λέχος. οὗτος δὲ πῶλος τῇδ ἀνειμένος πόλει θανὼν πατρῴαν γαῖαν ἐκσώσειεν ἄν. πικρὸν δ Ἀδράστῳ νόστον Ἀργείοισί τε θήσει, μέλαιναν κῆρ ἐπ ὄμμασιν βαλών, κλεινάς τε Θήβας. τοῖνδ ἑλοῦ δυοῖν πότμοιν τὸν ἕτερον: ἢ γὰρ παῖδα σῷσον ἢ πόλιν. τὰ μὲν παρ ἡμῶν πάντ ἔχεις:

ἡγοῦ, τέκνον, πρὸς οἶκον. ὅστις δ ἐμπύρῳ χρῆται τέχνῃ, μάταιος: ἢν μὲν ἐχθρὰ σημήνας τύχῃ, πικρὸς καθέστηχ οἷς ἂν οἰωνοσκοπῇ: ψευδῆ δ ὑπ οἴκτου τοῖσι χρωμένοις λέγων ἀδικεῖ τὰ τῶν θεῶν. Φοῖβον ἀνθρώποις μόνον χρῆν θεσπιῳδεῖν, ὃς δέδοικεν οὐδένα. Κρέον, τί σιγᾷς γῆρυν ἄφθογγον σχάσας·

κἀμοὶ γὰρ οὐδὲν ἧσσον ἔκπληξις πάρα. τί δ ἄν τις εἴποι· δῆλον οἵ γ ἐμοὶ λόγοι. ἐγὼ γὰρ οὔποτ ἐς τόδ εἶμι συμφορᾶς, ὥστε σφαγέντα παῖδα προσθεῖναι πόλει. πᾶσιν γὰρ ἀνθρώποισι φιλότεκνος βίος, οὐδ ἂν τὸν αὑτοῦ παῖδά τις δοίη κτανεῖν. μή μ εὐλογείτω τἀμά τις κτείνων τέκνα. αὐτὸς δ - ἐν ὡραίῳ γὰρ ἕσταμεν βίου - θνῄσκειν ἕτοιμος πατρίδος ἐκλυτήριον. ἀλλ εἰᾶ, τέκνον, πρὶν μαθεῖν πᾶσαν πόλιν, ἀκόλαστ ἐάσας μάντεων θεσπίσματα, φεῦγ ὡς τάχιστα τῆσδ ἀπαλλαχθεὶς χθονός:

λέξει γὰρ ἀρχαῖς καὶ στρατηλάταις τάδε, πύλας ἐφ ἑπτὰ καὶ λοχαγέτας μολών: κἂν μὲν φθάσωμεν, ἔστι σοι σωτηρία: ἢν δ ὑστερήσῃς, οἰχόμεσθα, κατθανῇ. ποῖ δῆτα φεύγω· τίνα πόλιν· τίνα ξένων· ὅπου χθονὸς τῆσδ ἐκποδὼν μάλιστ ἔσῃ. οὐκοῦν σὲ φράζειν εἰκός, ἐκπονεῖν δ ἐμέ. Δελφοὺς περάσας - ποῖ με χρή, πάτερ, μολεῖν· Αἰτωλίδ ἐς γῆν. ἐκ δὲ τῆσδε ποῖ περῶ· Θεσπρωτὸν οὖδας. σεμνὰ Δωδώνης βάθρα· ἔγνως. τί δὴ τόδ ἔρυμά μοι γενήσεται· πόμπιμος ὁ δαίμων. χρημάτων δὲ τίς πόρος· ἐγὼ πορεύσω χρυσόν. εὖ λέγεις, πάτερ. χώρει νυν: ὡς σὴν πρὸς κασιγνήτην μολών, ἧς πρῶτα μαστὸν εἵλκυς, Ιὀκάστην λέγω, μητρὸς στερηθεὶς ὀρφανός τ ἀποζυγείς - προσηγορήσων εἶμι καὶ σῴσων βίον. ἀλλ εἰᾶ, χώρει: μὴ τὸ σὸν κωλυέτω. - γυναῖκες, ὡς εὖ πατρὸς ἐξεῖλον φόβον, κλέψας λόγοισιν, ὥσθ ἃ βούλομαι τυχεῖν: ὅς μ ἐκκομίζει, πόλιν ἀποστερῶν τύχης, καὶ δειλίᾳ δίδωσι.

καὶ συγγνωστὰ μὲν γέροντι, τοὐμὸν δ οὐχὶ συγγνώμην ἔχει, προδότην γενέσθαι πατρίδος ἥ μ ἐγείνατο. ὡς οὖν ἂν εἰδῆτ, εἶμι καὶ σῴσω πόλιν ψυχήν τε δώσω τῆσδ ὑπερθανεῖν χθονός. αἰσχρὸν γάρ: οἱ μὲν θεσφάτων ἐλεύθεροι κοὐκ εἰς ἀνάγκην δαιμόνων ἀφιγμένοι στάντες παρ ἀσπίδ οὐκ ὀκνήσουσιν θανεῖν, πύργων πάροιθε μαχόμενοι πάτρας ὕπερ: ἐγὼ δέ, πατέρα καὶ κασίγνητον προδοὺς πόλιν τ ἐμαυτοῦ, δειλὸς ὣς ἔξω χθονὸς ἄπειμ: ὅπου δ ἂν ζῶ, κακὸς φανήσομαι. μὰ τὸν μετ ἄστρων Ζῆν Ἄρη τε φοίνιον, ὃς τοὺς ὑπερτείλαντας ἐκ γαίας ποτὲ Σπαρτοὺς ἄνακτας τῆσδε γῆς ἱδρύσατο.

ἀλλ εἶμι καὶ στὰς ἐξ ἐπάλξεων ἄκρων σφάξας ἐμαυτὸν σηκὸν ἐς μελαμβαθῆ δράκοντος, ἔνθ ὁ μάντις ἐξηγήσατο, ἐλευθερώσω γαῖαν: εἴρηται λόγος. στείχω δέ, θανάτου δῶρον οὐκ αἰσχρὸν πόλει δώσων, νόσου δὲ τήνδ ἀπαλλάξω χθόνα. εἰ γὰρ λαβὼν ἕκαστος ὅ τι δύναιτό τις χρηστὸν διέλθοι τοῦτο κἀς κοινὸν φέροι πατρίδι, κακῶν ἂν αἱ πόλεις ἐλασσόνων πειρώμεναι τὸ λοιπὸν εὐτυχοῖεν ἄν.?

상위

Euripides (에우리피데스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION