호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χώρει σὺ καὶ κόμιζε τὸν Μενοικέως Κρέοντ, ἀδελφὸν μητρὸς Ιὀκάστης ἐμῆς, λέγων τάδ, ὡς οἰκεῖα καὶ κοινὰ χθονὸς θέλω πρὸς αὐτὸν συμβαλεῖν βουλεύματα, πρὶν ἐς μάχην τε καὶ δορὸς τάξιν μολεῖν.? καίτοι ποδῶν σῶν μόχθον ἐκλύει παρών: ὁρῶ γὰρ αὐτὸν πρὸς δόμους στείχοντ ἐμούς. ἦ πόλλ ἐπῆλθον εἰσιδεῖν χρῄζων ς, ἄναξ Ἐτεόκλεες, πέριξ δὲ Καδμείων πύλας φυλακάς τ ἐπῆλθον σὸν δέμας θηρώμενος. καὶ μὴν ἐγὼ ς ἔχρῃζον εἰσιδεῖν, Κρέον: πολλῷ γὰρ ηὑρ῀ον ἐνδεεῖς διαλλαγάς ὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών. ἤκουσα μεῖζον αὐτὸν ἢ Θήβας φρονεῖν, κήδει τ Ἀδράστου καὶ στρατῷ πεποιθότα. ἀλλ ἐς θεοὺς χρὴ ταῦτ ἀναρτήσαντ ἔχειν: ἃ δ ἐμποδὼν μάλιστα, ταῦθ ἥκω φράσων. τὰ ποῖα ταῦτα· τὸν λόγον γὰρ ἀγνοῶ. ἥκει τις αἰχμάλωτος Ἀργείων πάρα. λέγει δὲ δὴ τί τῶν ἐκεῖ νεώτερον· μέλλειν πέριξ πύργοισι Καδμείων πόλιν ὅπλοις ἑλίξειν αὐτίκ Ἀργείων στρατόν. ἐξοιστέον τἄρ ὅπλα Καδμείων πόλει. ποῖ· μῶν νεάζων οὐχ ὁρᾷς ἃ χρή ς ὁρᾶν· ἐκτὸς τάφρων τῶνδ, ὡς μαχουμένους τάχα. σμικρὸν τὸ πλῆθος τῆσδε γῆς, οἳ δ ἄφθονοι. ἐγᾦδα κείνους τοῖς λόγοις ὄντας θρασεῖς. ἔχει τιν ὄγκον τἄργος Ἑλλήνων πάρα. θάρσει: τάχ αὐτῶν πεδίον ἐμπλήσω φόνου. θέλοιμ ἄν: ἀλλὰ τοῦθ ὁρῶ πολλοῦ πόνου. ὡς οὐ καθέξω τειχέων ἔσω στρατόν. καὶ μὴν τὸ νικᾶν ἐστι πᾶν εὐβουλία. βούλῃ τράπωμαι δῆθ ὁδοὺς ἄλλας τινάς· πάσας γε, πρὶν κίνδυνον εἰς ἅπαξ μολεῖν. εἰ νυκτὸς αὐτοῖς προσβάλοιμεν ἐκ λόχου· εἴπερ σφαλείς γε δεῦρο σωθήσῃ πάλιν. ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον. ἐνδυστυχῆσαι δεινὸν εὐφρόνης κνέφας. ἀλλ ἀμφὶ δεῖπνον οὖσι προσβάλω δόρυ· ἔκπληξις ἂν γένοιτο: νικῆσαι δὲ δεῖ. βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν πόρος. ἅπαν κάκιον τοῦ φυλάσσεσθαι καλῶς. τί δ, εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν· κἀκεῖ πέφρακται λαὸς ἁρ´μασιν πέριξ. τί δῆτα δράσω· πολεμίοισι δῶ πόλιν· μὴ δῆτα: βουλεύου δ, ἐπείπερ εἶ σοφός. τίς οὖν πρόνοια γίγνεται σοφωτέρα·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기