호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔσται τάδε.? ἆ ἆ, μηδαμῶς δράσῃς τάδε. σίγα νυν, ἀνέχου δ ἐνδίκως πράσσων κακῶς. ἦ γὰρ δίκαιον ζῆν σε· καὶ κρατεῖν γε γῆς. ποίας· ἐν Ἄργει τῷδε τῷ Πελασγικῷ. εὖ γοῦν θίγοις ἂν χερνίβων - τί δὴ γὰρ οὔ· καὶ σφάγια πρὸ δορὸς καταβάλοις. σὺ δ ἂν καλῶς· ἁγνὸς γάρ εἰμι χεῖρας. ἀλλ οὐ τὰς φρένας. τίς δ ἂν προσείποι σέ· ὅστις ἐστὶ φιλοπάτωρ. ὅστις δὲ τιμᾷ μητέρα· εὐδαίμων ἔφυ. οὔκουν σύ γε. οὐ γὰρ ἁνδάνουσιν αἱ κακαί. ἄπαιρε θυγατρὸς φάσγανον. ψευδὴς ἔφυς. ἀλλὰ κτενεῖς μου θυγατέρα· οὐ ψευδὴς ἔτ εἶ. οἴμοι, τί δράσω· πεῖθ ἐς Ἀργείους μολὼν - πειθὼ τίνα· ἡμᾶς μὴ θανεῖν: αἰτοῦ πόλιν. ἢ παῖδά μου φονεύσετε· ὧδ ἔχει τάδε. ὦ τλῆμον Ἑλένη - τἀμὰ δ οὐχὶ τλήμονα· σὲ σφάγιον ἐκόμις ἐκ Φρυγῶν - εἰ γὰρ τόδ ἦν. πόνους πονήσας μυρίους. πλήν γ εἰς ἐμέ. πέπονθα δεινά. τότε γὰρ ἦσθ ἀνωφελής. ἔχεις με. σαυτὸν σύ γ ἔλαβες κακὸς γεγώς. ἀλλ εἶ, ὕφαπτε δώματ, Ἠλέκτρα, τάδε: σύ τ, ὦ φίλων μοι τῶν ἐμῶν σαφέστατε, Πυλάδη, κάταιθε γεῖσα τειχέων τάδε. ὦ γαῖα Δαναῶν ἱππίου τ Ἄργους κτίται, οὐκ εἶ ἐνόπλῳ ποδὶ βοηδρομήσετε· πᾶσαν γὰρ ὑμῶν ὅδε βιάζεται πόλιν ζῆν, αἷμα μητρὸς μυσαρὸν ἐξειργασμένος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기