- 텍스트

Euripides, episode, iambic

(에우리피데스, episode, iambic)

ἥκω κλύων τὰ δεινὰ καὶ δραστήρια δισσοῖν λεόντοιν:? οὐ γὰρ ἄνδρ αὐτὼ καλῶ. ἤκουσα γὰρ δὴ τὴν ἐμὴν ξυνάορον ὡς οὐ τέθνηκεν, ἀλλ ἄφαντος οἴχεται - κενὴν ἀκούσας βάξιν, ἣν φόβῳ σφαλεὶς ἤγγειλέ μοί τις. ἀλλὰ τοῦ μητροκτόνου τεχνάσματ ἐστὶ ταῦτα καὶ πολὺς γέλως. ἀνοιγέτω τις δῶμα: προσπόλοις λέγω ὠθεῖν πύλας τάσδ, ὡς ἂν ἀλλὰ παῖδ ἐμὴν ῥυσώμεθ ἀνδρῶν ἐκ χερῶν μιαιφόνων, καὶ τὴν τάλαιναν ἀθλίαν δάμαρτ ἐμὴν λάβωμεν, ᾗ δεῖ ξυνθανεῖν ἐμῇ χερὶ τοὺς διολέσαντας τὴν ἐμὴν ξυνάορον. οὗτος σύ, κλῄθρων τῶνδε μὴ ψαύσῃς χερί: Μενέλαον εἶπον, ὃς πεπύργωσαι θράσει: ἢ τῷδε θριγκῷ κρᾶτα συνθραύσω σέθεν, ῥήξας παλαιὰ γεῖσα, τεκτόνων πόνον. μοχλοῖς δ ἄραρε κλῇθρα, σῆς βοηδρόμου σπουδῆς ἅ ς εἴρξει, μὴ δόμων ἔσω περᾶν. ἐά, τί χρῆμα· λαμπάδων ὁρῶ σέλας, δόμων δ ἐπ ἄκρων τούσδε πυργηρουμένους, ξίφος δ ἐμῆς θυγατρὸς ἐπίφρουρον δέρῃ. πότερον ἐρωτᾶν ἢ κλύειν ἐμοῦ θέλεις· οὐδέτερ: ἀνάγκη δ, ὡς ἐοίκε, σου κλύειν. μέλλω κτενεῖν σου θυγατέρ, εἰ βούλῃ μαθεῖν. Ἑλένην φονεύσας ἐπὶ φόνῳ πράσσεις φόνον· εἰ γὰρ κατέσχον μὴ θεῶν κλεφθεὶς ὕπο. ἀρνῇ κατακτὰς κἀφ ὕβρει λέγεις τάδε· λυπράν γε τὴν ἄρνησιν: εἰ γὰρ ὤφελον - τί χρῆμα δρᾶσαι· παρακαλεῖς γὰρ ἐς φόβον. τὴν Ἑλλάδος μιάστορ εἰς Αἵδου βαλεῖν. ἀπόδος δάμαρτος νέκυν, ὅπως χώσω τάφῳ. θεοὺς ἀπαίτει. παῖδα δὲ κτενῶ σέθεν. ὁ μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον· ὁ πατρὸς ἀμύντωρ, ὃν σὺ προύδωκας θανεῖν. οὐκ ἤρκεσέν σοι τὸ παρὸν αἷμα μητέρος· οὐκ ἂν κάμοιμι τὰς κακὰς κτείνων ἀεί. ἦ καὶ σύ, Πυλάδη, τοῦδε κοινωνεῖς φόνου· φησὶν σιωπῶν: ἀρκέσω δ ἐγὼ λέγων. ἀλλ οὔτι χαίρων, ἤν γε μὴ φύγῃς πτεροῖς. οὐ φευξόμεσθα: πυρὶ δ ἀνάψομεν δόμους. ἦ γὰρ πατρῷον δῶμα πορθήσεις τόδε· ὡς μή γ ἔχῃς σύ, τήνδ ἐπισφάξας πυρί. κτεῖν: ὡς κτανών γε τῶνδέ μοι δώσεις δίκην.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION