- 텍스트

Euripides, choral, strophe 1

(에우리피데스, choral, strophe 1)

Μυκηνίδες ὦ φίλαι, τὰ πρῶτα κατὰ Πελασγὸν ἕδος Ἀργείων.? τίνα θροεῖς αὐδάν, πότνια· παραμένει γὰρ ἔτι σοι τόδ ἐν Δαναϊδῶν πόλει. στῆθ αἳ μὲν ὑμῶν τόνδ ἁμαξήρη τρίβον, αἳ δ ἐνθάδ ἄλλον οἶμον ἐς φρουρὰν δόμων. τί δέ με τόδε χρέος ἀπύεις· ἔνεπέ μοι, φίλα. φόβος ἔχει με μή τις ἐπὶ δώμασι σταθεὶς ἐπὶ φοίνιον αἷμα πήματα πήμασιν ἐξεύρῃ. χωρεῖτ, ἐπειγώμεσθ: ἐγὼ μὲν οὖν τρίβον τόνδ ἐκφυλάξω, τὸν πρὸς ἡλίου βολάς. καὶ μὴν ἐγὼ τόνδ, ὃς πρὸς ἑσπέραν φέρει. δόχμιά νυν κόρας διάφερ ὀμμάτων. ἐκεῖθεν ἐνθάδ, εἶτα παλινσκοπιὰν ἔχομεν, ὡς θροεῖς.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION