호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θρόει τίσ κακῶν τελευτὰ μένει. σύ τε γὰρ ἐν νεκροῖσ, τό τ’ ἐμὸν οἴχεται βίου τὸ πλέον μέροσ ἐν στοναχαῖσί τε καὶ γόοισι δάκρυσί τ’ ἐννυχίοισ, ἄγαμοσ ἐπὶ δ’ ἄτεκνοσ ἅτε βίοτον ἁ μέλεοσ ἐσ τὸν αἰὲν ἕλκω χρόνον. θανεῖν <θανεῖν>, τί δ’ ἄλλο; οὐδὲ γὰρ πόθον ἔχει βορᾶσ. πρόδηλοσ ἆρ’ ὁ πότμοσ. ἐξέθυσ’ ὁ Φοῖβοσ ἡμᾶσ μέλεον ἀπόφονον αἷμα δοὺσ πατροφόνου ματρόσ. δίκᾳ μέν. καλῶσ δ’ οὔ. ἔκανεσ ἔθανεσ, ὦ τεκομένα με μᾶτερ, ἀπὸ δ’ ὤλεσασ πατέρα τέκνα τε τάδε σέθεν ἀφ’ αἵματοσ· ὀλόμεθ’ ἰσονέκυεσ, ὀλόμεθα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기