- 텍스트

Euripides, Iphigenia in Tauris, episode 7:

(에우리피데스, Iphigenia in Tauris, episode 7:)

νῦν δ ἐξ ὀνείρων οἷσιν ἠγριώμεθα, δοκοῦς Ὀρέστην μηκέθ ἥλιον βλέπειν, δύσνουν με λήψεσθ, οἵτινές ποθ ἥκετε.? καὶ τοῦτ ἄρ ἦν ἀληθές, ᾐσθόμην, φίλαι: οἱ δυστυχεῖς γὰρ τοῖσι δυστυχεστέροις αὐτοὶ κακῶς πράξαντες οὐ φρονοῦσιν εὖ. ἀλλ οὔτε πνεῦμα Διόθεν ἦλθε πώποτε, οὐ πορθμίς, ἥτις διὰ πέτρας Συμπληγάδας Ἑλένην ἀπήγαγ ἐνθάδ, ἥ μ ἀπώλεσεν, Μενέλεών θ, ἵν αὐτοὺς ἀντετιμωρησάμην, τὴν ἐνθάδ Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ, οὗ μ ὥστε μόσχον Δαναΐδαι χειρούμενοι ἔσφαζον, ἱερεὺς δ ἦν ὁ γεννήσας πατήρ. οἴμοι - κακῶν γὰρ τῶν τότ οὐκ ἀμνημονῶ - ὅσας γενείου χεῖρας ἐξηκόντισα γονάτων τε τοῦ τεκόντος, ἐξαρτωμένη, λέγουσα τοιάδ: ὦ πάτερ, νυμφεύομαι νυμφεύματ αἰσχρὰ πρὸς σέθεν: μήτηρ δ ἐμὲ σέθεν κατακτείνοντος Ἀργεῖαί τε νῦν ὑμνοῦσιν ὑμεναίοισιν, αὐλεῖται δὲ πᾶν μέλαθρον: ἡμεῖς δ ὀλλύμεσθα πρὸς σέθεν. Αἵδης Ἀχιλλεὺς ἦν ἄρ, οὐχ ὁ Πηλέως, ὅν μοι προσείσας πόσιν, ἐν ἁρμάτων ὄχοις ἐς αἱματηρὸν γάμον ἐπόρθμευσας δόλῳ. ἐγὼ δὲ λεπτῶν ὄμμα διὰ καλυμμάτων ἔχους, ἀδελφόν τ οὐκ ἀνειλόμην χεροῖν, - ὃς νῦν ὄλωλεν - οὐ κασιγνήτῃ στόμα συνῆψ ὑπ αἰδοῦς, ὡς ἰοῦς ἐς Πηλέως μέλαθρα: πολλὰ δ ἀπεθέμην ἀσπάσματα ἐς αὖθις, ὡς ἥξους ἐς Ἄργος αὖ πάλιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION