- 텍스트

Euripides, Iphigenia in Tauris, episode 5:

(에우리피데스, Iphigenia in Tauris, episode 5:)

ἀλλ, εἰ φύγοι τις, ἅτεροι προσκείμενοι ἔβαλλον αὐτούς:? θαυμάστ ἔλεξας τὸν μανένθ, ὅστις ποτὲ Ἕλληνος ἐκ γῆς πόντον ἦλθεν ἄξενον. εἰ δὲ τούσδ ὠσαίατο, αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσεν πέτροις. ἀλλ ἦν ἄπιστον: μυρίων γὰρ ἐκ χερῶν οὐδεὶς τὰ τῆς θεοῦ θύματ εὐτύχει βαλών. μόλις δέ νιν τόλμῃ μὲν οὐ χειρούμεθα, κύκλῳ δὲ περιβαλόντες ἐξεκλέψαμεν πέτροισι χειρῶν φάσγαν, ἐς δὲ γῆν γόνυ καμάτῳ καθεῖσαν. πρὸς δ ἄνακτα τῆσδε γῆς κομίζομέν νιν. ὃ δ ἐσιδὼν ὅσον τάχος ἐς χέρνιβάς τε καὶ σφαγεῖ ἔπεμπέ σοι. ηὔχου δὲ τοιάδ, ὦ νεᾶνί, σοι ξένων σφάγια παρεῖναι: κἂν ἀναλίσκῃς ξένους τοιούσδε, τὸν σὸν Ἑλλὰς ἀποτείσει φόνον δίκας τίνουσα τῆς ἐν Αὐλίδι σφαγῆς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION