- 텍스트

Euripides, Iphigenia in Tauris, episode 4:

(에우리피데스, Iphigenia in Tauris, episode 4:)

ἡμεῖς δὲ συσταλέντες, ὡς θαμβούμενοι, σιγῇ καθήμεθ:? ὃ δὲ χερὶ σπάσας ξίφος, μόσχους ὀρούσας ἐς μέσας λέων ὅπως, παίει σιδήρῳ λαγόνας ἐς πλευράς θ ἱείς, δοκῶν Ἐρινῦς θεὰς ἀμύνεσθαι τάδε, ὡς αἱματηρὸν πέλαγος ἐξανθεῖν ἁλός. κἀν τῷδε πᾶς τις, ὡς ὁρᾷ βουφόρβια πίπτοντα καὶ πορθούμεν, ἐξωπλίζετο, κόχλους τε φυσῶν συλλέγων τ ἐγχωρίους: πρὸς εὐτραφεῖς γὰρ καὶ νεανίας ξένους φαύλους μάχεσθαι βουκόλους ἡγούμεθα. πολλοὶ δ ἐπληρώθημεν ἐν μακρῷ χρόνῳ. πίπτει δὲ μανίας πίτυλον ὁ ξένος μεθείς, στάζων ἀφρῷ γένειον: ὡς δ ἐσείδομεν προύργου πεσόντα, πᾶς ἀνὴρ ἔσχεν πόνον βάλλων ἀράσσων. ἅτερος δὲ τοῖν ξένοιν ἀφρόν τ ἀπέψη σώματός τ ἐτημέλει πέπλων τε προυκάλυπτεν εὐπήνους ὑφάς, καραδοκῶν μὲν τἀπιόντα τραύματα, φίλον δὲ θεραπείαισιν ἄνδρ εὐεργετῶν. ἔμφρων δ ἀνᾴξας ὁ ξένος πεσήματος ἔγνω κλύδωνα πολεμίων προσκείμενον καὶ τὴν παροῦσαν συμφορὰν αὐτοῖν πέλας, ᾤμωξέ θ: ἡμεῖς δ οὐκ ἀνίεμεν πέτροις βάλλοντες, ἄλλος ἄλλοθεν προσκείμενοι. οὗ δὴ τὸ δεινὸν παρακέλευσμ ἠκούσαμεν: Πυλάδη, θανούμεθ, ἀλλ ὅπως θανούμεθα κάλλισθ: ἕπου μοι, φάσγανον σπάσας χερί. - ὡς δ εἴδομεν δίπαλτα πολεμίων ξίφη, φυγῇ λεπαίας ἐξεπίμπλαμεν νάπας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION