호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄλλος δέ τις μάταιος, ἀνομίᾳ θρασύς, ἐγέλασεν εὐχαῖς, ναυτίλους δ ἐφθαρμένους θάσσειν φάραγγ ἔφασκε τοῦ νόμου φόβῳ, κλύοντας ὡς θύοιμεν ἐνθάδε ξένους.? ἔδοξε δ ἡμῶν εὖ λέγειν τοῖς πλείοσι, θηρᾶν τε τῇ θεῷ σφάγια τἀπιχώρια. κἀν τῷδε πέτραν ἅτερος λιπὼν ξένοιν ἔστη κάρα τε διετίναξ ἄνω κάτω κἀπεστέναξεν ὠλένας τρέμων ἄκρας, μανίαις ἀλαίνων, καὶ βοᾷ κυναγὸς ὥς: Πυλάδη, δέδορκας τήνδε· τήνδε δ οὐχ ὁρᾷς Αἵδου δράκαιναν, ὥς με βούλεται κτανεῖν δειναῖς ἐχίδναις εἰς ἔμ ἐστομωμένη· ἣ δ ἐκ χιτώνων πῦρ πνέουσα καὶ φόνον πτεροῖς ἐρέσσει, μητέρ ἀγκάλαις ἐμὴν ἔχουσα - πέτρινον ὄχθον, ὡς ἐπεμβάλῃ. οἴμοι, κτενεῖ με: ποῖ φύγω· παρῆν δ ὁρᾶν οὐ ταῦτα μορφῆς σχήματ, ἀλλ ἠλλάσσετο φθογγάς τε μόσχων καὶ κυνῶν ὑλάγματα, ἃς φᾶς Ἐρινῦς ἱέναι μιμήματα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기