호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν ὅδ ἀκτὰς ἐκλιπὼν θαλασσίους βουφορβὸς ἥκει σημανῶν τί σοι νέον.? Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τέκνον, ἄκουε καινῶν ἐξ ἐμοῦ κηρυγμάτων. τί δ ἔστι τοῦ παρόντος ἐκπλῆσσον λόγου· ἥκουσιν ἐς γῆν, κυανέαν Συμπληγάδα πλάτῃ φυγόντες, δίπτυχοι νεανίαι, θεᾷ φίλον πρόσφαγμα καὶ θυτήριον Ἀρτέμιδι. χέρνιβας δὲ καὶ κατάργματα οὐκ ἂν φθάνοις ἂν εὐτρεπῆ ποιουμένη. ποδαποί· τίνος γῆς σχῆμ ἔχουσιν οἱ ξένοι· Ἕλληνες: ἓν τοῦτ οἶδα κοὐ περαιτέρω. οὐδ ὄνομ ἀκούσας οἶσθα τῶν ξένων φράσαι· Πυλάδης ἐκλῄζεθ ἅτερος πρὸς θατέρου. τοῦ ξυζύγου δὲ τοῦ ξένου τί τοὔνομ ἦν· οὐδεὶς τόδ οἶδεν: οὐ γὰρ εἰσηκούσαμεν. πῶς δ εἴδετ αὐτοὺς κἀντυχόντες εἵλετε· ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου - καὶ τίς θαλάσσης βουκόλοις κοινωνία· βοῦς ἤλθομεν νίψοντες ἐναλίᾳ δρόσῳ. ἐκεῖσε δὴ πάνελθε, πῶς νιν εἵλετε τρόπῳ θ ὁποίῳ: τοῦτο γὰρ μαθεῖν θέλω. χρόνιοι γὰρ ἥκους: οὐδέ πω βωμὸς θεᾶς Ἑλληνικαῖσιν ἐξεφοινίχθη ῥοαῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기