- 텍스트

Euripides, Iphigenia in Tauris, episode 6:

(에우리피데스, Iphigenia in Tauris, episode 6:)

ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδε ἄγνωστον ἐς γῆν, ἄξενον.? σὲ δ ἱστορῶ, Πυλάδη - σὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου - τί δρῶμεν· ἀμφίβληστρα γὰρ τοίχων ὁρᾷς ὑψηλά: πότερα δωμάτων προσαμβάσεις ἐκβησόμεσθα· πῶς ἂν οὖν λάθοιμεν ἄν· ἢ χαλκότευκτα κλῇθρα λύσαντες μοχλοῖς - ὧν οὐδὲν ἴσμεν· ἢν δ ἀνοίγοντες πύλας ληφθῶμεν ἐσβάσεις τε μηχανώμενοι, θανούμεθ. ἀλλὰ πρὶν θανεῖν, νεὼς ἔπι φεύγωμεν, ᾗπερ δεῦρ ἐναυστολήσαμεν. φεύγειν μὲν οὐκ ἀνεκτὸν οὐδ εἰώθαμεν, τὸν τοῦ θεοῦ δὲ χρησμὸν οὐ κακιστέον: ναοῦ δ ἀπαλλαχθέντε κρύψωμεν δέμας κατ ἄντρ ἃ πόντος νοτίδι διακλύζει μέλας - νεὼς ἄπωθεν, μή τις εἰσιδὼν σκάφος βασιλεῦσιν εἴπῃ κᾆτα ληφθῶμεν βίᾳ. ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόλῃ, τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖν ἄγαλμα πάσας προσφέροντε μηχανάς. ὁρ´α δέ γ εἴσω τριγλύφων ὅποι κενὸν δέμας καθεῖναι: τοὺς πόνους γὰρ ἁγαθοὶ τολμῶσι, δειλοὶ δ εἰσὶν οὐδὲν οὐδαμοῦ. οὔ τοι μακρὸν μὲν ἤλθομεν κώπῃ πόρον, ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν. ἀλλ εὖ γὰρ εἶπας, πειστέον: χωρεῖν χρεὼν ὅποι χθονὸς κρύψαντε λήσομεν δέμας. οὐ γὰρ τὸ τοῦ θεοῦ γ αἴτιον γενήσεται πεσεῖν ἄχρηστον θέσφατον: τολμητέον: μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION