- 텍스트

Euripides, Iphigenia in Tauris, episode 4:

(에우리피데스, Iphigenia in Tauris, episode 4:)

ὁρ´α, φυλάσσου μή τις ἐν στίβῳ βροτῶν.? ὁρῶ, σκοποῦμαι δ ὄμμα πανταχῆ στρέφων. Πυλάδη, δοκεῖ σοι μέλαθρα ταῦτ εἶναι θεᾶς ἔνθ Ἀργόθεν ναῦν ποντίαν ἐστείλαμεν· ἔμοιγ, Ὀρέστα: σοὶ δὲ συνδοκεῖν χρεών. καὶ βωμός, Ἕλλην οὗ καταστάζει φόνος· ἐξ αἱμάτων γοῦν ξάνθ ἔχει τριχώματα. θριγκοῖς δ ὑπ αὐτοῖς σκῦλ ὁρᾷς ἠρτημένα· τῶν κατθανόντων γ ἀκροθίνια ξένων. ἀλλ ἐγκυκλοῦντ ὀφθαλμὸν εὖ σκοπεῖν χρεών. ὦ Φοῖβε, ποῖ μ αὖ τήνδ ἐς ἄρκυν ἤγαγες χρήσας, ἐπειδὴ πατρὸς αἷμ ἐτεισάμην, μητέρα κατακτάς, διαδοχαῖς δ Ἐρινύων ἠλαυνόμεσθα φυγάδες ἔξεδροι χθονὸς δρόμους τε πολλοὺς ἐξέπλησα καμπίμους, ἐλθὼν δέ ς ἠρώτησα πῶς τροχηλάτου μανίας ἂν ἔλθοιμ ἐς τέλος πόνων τ ἐμῶν, οὓς ἐξεμόχθουν περιπολῶν καθ Ἑλλάδα - σὺ δ εἶπας ἐλθεῖν Ταυρικῆς μ ὁρ´ους χθονός, ἔνθ Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχοι, λαβεῖν τ ἄγαλμα θεᾶς, ὅ φασιν ἐνθάδε ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο: λαβόντα δ ἢ τέχναισιν ἢ τύχῃ τινί, κίνδυνον ἐκπλήσαντ, Ἀθηναίων χθονὶ δοῦναι - τὸ δ ἐνθένδ οὐδὲν ἐρρήθη πέρα - καὶ ταῦτα δράσαντ ἀμπνοὰς ἕξειν πόνων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION