- 텍스트

Euripides, Iphigenia in Tauris, episode

(에우리피데스, Iphigenia in Tauris, episode)

Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν θοαῖσιν ἵπποις Οἰνομάου γαμεῖ κόρην, ἐξ ἧς Ἀτρεὺς ἔβλαστεν:? Ἀτρέως δὲ παῖς Μενέλαος Ἀγαμέμνων τε: τοῦ δ ἔφυν ἐγώ τῆς Τυνδαρείας θυγατρὸς Ἰφιγένεια παῖς, ἣν ἀμφὶ δίναις ἃς θάμ Εὔριπος πυκναῖς αὔραις ἑλίσσων κυανέαν ἅλα στρέφει, ἔσφαξεν Ἑλένης οὕνεχ, ὡς δοκεῖ, πατὴρ Ἀρτέμιδι κλειναῖς ἐν πτυχαῖσιν Αὐλίδος. ἐνταῦθα γὰρ δὴ χιλίων ναῶν στόλον Ἑλληνικὸν συνήγαγ Ἀγαμέμνων ἄναξ, τὸν καλλίνικον στέφανον Ἰλίου θέλων λαβεῖν Ἀχαιοῖς τούς θ ὑβρισθέντας γάμους Ἑλένης μετελθεῖν, Μενέλεῳ χάριν φέρων. δεινῆς δ ἀπλοίας πνευμάτων τε τυγχάνων, ἐς ἔμπυρ ἦλθε, καὶ λέγει Κάλχας τάδε: ὦ τῆσδ ἀνάσσων Ἑλλάδος στρατηγίας, Ἀγάμεμνον, οὐ μὴ ναῦς ἀφορμίσῃ χθονός, πρὶν ἂν κόρην σὴν Ἰφιγένειαν Ἄρτεμις λάβῃ σφαγεῖσαν: ὅ τι γὰρ ἐνιαυτὸς τέκοι κάλλιστον, ηὔξω φωσφόρῳ θύσειν θεᾷ. παῖδ οὖν ἐν οἴκοις σὴ Κλυταιμήστρα δάμαρ τίκτει - τὸ καλλιστεῖον εἰς ἔμ ἀναφέρων - ἣν χρή σε θῦσαι. καί μ Ὀδυσσέως τέχναις μητρὸς παρείλοντ ἐπὶ γάμοις Ἀχιλλέως. ἐλθοῦσα δ Αὐλίδ ἡ τάλαιν ὑπὲρ πυρᾶς μεταρσία ληφθεῖς ἐκαινόμην ξίφει: ἀλλ ἐξέκλεψεν ἔλαφον ἀντιδοῦσά μου Ἄρτεμις Ἀχαιοῖς, διὰ δὲ λαμπρὸν αἰθέρα πέμψασά μ ἐς τήνδ ᾤκισεν Ταύρων χθόνα, οὗ γῆς ἀνάσσει βαρβάροισι βάρβαρος Θόας, ὃς ὠκὺν πόδα τιθεὶς ἴσον πτεροῖς ἐς τοὔνομ ἦλθε τόδε ποδωκείας χάριν. ναοῖσι δ ἐν τοῖσδ ἱερέαν τίθησί με: ὅθεν νόμοισι τοῖσιν ἥδεται θεὰ Ἄρτεμις, ἑορτῆς, τοὔνομ ἧς καλὸν μόνον - τὰ δ ἄλλα σιγῶ, τὴν θεὸν φοβουμένη - θύω γὰρ ὄντος τοῦ νόμου καὶ πρὶν πόλει, ὃς ἂν κατέλθῃ τήνδε γῆν Ἕλλην ἀνήρ. κατάρχομαι μέν, σφάγια δ ἄλλοισιν μέλει ἄρρητ ἔσωθεν τῶνδ ἀνακτόρων θεᾶς. ἃ καινὰ δ ἥκει νὺξ φέρουσα φάσματα, λέξω πρὸς αἰθέρ, εἴ τι δὴ τόδ ἔστ ἄκος.

ἔδοξ ἐν ὕπνῳ τῆσδ ἀπαλλαχθεῖσα γῆς οἰκεῖν ἐν Ἄργει, παρθένοισι δ ἐν μέσαις εὕδειν, χθονὸς δὲ νῶτα σεισθῆναι σάλῳ, φεύγειν δὲ κἄξω στᾶσα θριγκὸν εἰσιδεῖν δόμων πίτνοντα, πᾶν δ ἐρείψιμον στέγος βεβλημένον πρὸς οὖδας ἐξ ἄκρων σταθμῶν. μόνος λελεῖφθαι στῦλος εἷς ἔδοξέ μοι δόμων πατρῴων, ἐκ δ ἐπικράνων κόμας ξανθὰς καθεῖναι, φθέγμα δ ἀνθρώπου λαβεῖν, κἀγὼ τέχνην τήνδ ἣν ἔχω ξενοκτόνον τιμῶς ὑδραίνειν αὐτὸν ὡς θανούμενον, κλαίουσα. τοὔναρ δ ὧδε συμβάλλω τόδε: τέθνηκ Ὀρέστης, οὗ κατηρξάμην ἐγώ. στῦλοι γὰρ οἴκων παῖδές εἰσιν ἄρσενες: θνῄσκουσι δ οὓς ἂν χέρνιβες βάλως ἐμαί. οὐδ αὖ συνάψαι τοὔναρ ἐς φίλους ἔχω: Στροφίῳ γὰρ οὐκ ἦν παῖς, ὅτ ὠλλύμην ἐγώ. νῦν οὖν ἀδελφῷ βούλομαι δοῦναι χοὰς παροῦς ἀπόντι - ταῦτα γὰρ δυναίμεθ ἄν - σὺν προσπόλοισιν, ἃς ἔδωχ ἡμῖν ἄναξ Ἑλληνίδας γυναῖκας. ἀλλ ἐξ αἰτίας οὔπω τίνος πάρεισιν· εἶμ ἔσω δόμων ἐν οἷσι ναίω τῶνδ ἀνακτόρων θεᾶς. ὁρ´α, φυλάσσου μή τις ἐν στίβῳ βροτῶν.

ὁρῶ, σκοποῦμαι δ ὄμμα πανταχῆ στρέφων. Πυλάδη, δοκεῖ σοι μέλαθρα ταῦτ εἶναι θεᾶς ἔνθ Ἀργόθεν ναῦν ποντίαν ἐστείλαμεν· ἔμοιγ, Ὀρέστα: σοὶ δὲ συνδοκεῖν χρεών. καὶ βωμός, Ἕλλην οὗ καταστάζει φόνος· ἐξ αἱμάτων γοῦν ξάνθ ἔχει τριχώματα. θριγκοῖς δ ὑπ αὐτοῖς σκῦλ ὁρᾷς ἠρτημένα· τῶν κατθανόντων γ ἀκροθίνια ξένων. ἀλλ ἐγκυκλοῦντ ὀφθαλμὸν εὖ σκοπεῖν χρεών. ὦ Φοῖβε, ποῖ μ αὖ τήνδ ἐς ἄρκυν ἤγαγες χρήσας, ἐπειδὴ πατρὸς αἷμ ἐτεισάμην, μητέρα κατακτάς, διαδοχαῖς δ Ἐρινύων ἠλαυνόμεσθα φυγάδες ἔξεδροι χθονὸς δρόμους τε πολλοὺς ἐξέπλησα καμπίμους, ἐλθὼν δέ ς ἠρώτησα πῶς τροχηλάτου μανίας ἂν ἔλθοιμ ἐς τέλος πόνων τ ἐμῶν, οὓς ἐξεμόχθουν περιπολῶν καθ Ἑλλάδα - σὺ δ εἶπας ἐλθεῖν Ταυρικῆς μ ὁρ´ους χθονός, ἔνθ Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχοι, λαβεῖν τ ἄγαλμα θεᾶς, ὅ φασιν ἐνθάδε ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο: λαβόντα δ ἢ τέχναισιν ἢ τύχῃ τινί, κίνδυνον ἐκπλήσαντ, Ἀθηναίων χθονὶ δοῦναι - τὸ δ ἐνθένδ οὐδὲν ἐρρήθη πέρα - καὶ ταῦτα δράσαντ ἀμπνοὰς ἕξειν πόνων. ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδε ἄγνωστον ἐς γῆν, ἄξενον.

σὲ δ ἱστορῶ, Πυλάδη - σὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου - τί δρῶμεν· ἀμφίβληστρα γὰρ τοίχων ὁρᾷς ὑψηλά: πότερα δωμάτων προσαμβάσεις ἐκβησόμεσθα· πῶς ἂν οὖν λάθοιμεν ἄν· ἢ χαλκότευκτα κλῇθρα λύσαντες μοχλοῖς - ὧν οὐδὲν ἴσμεν· ἢν δ ἀνοίγοντες πύλας ληφθῶμεν ἐσβάσεις τε μηχανώμενοι, θανούμεθ. ἀλλὰ πρὶν θανεῖν, νεὼς ἔπι φεύγωμεν, ᾗπερ δεῦρ ἐναυστολήσαμεν. φεύγειν μὲν οὐκ ἀνεκτὸν οὐδ εἰώθαμεν, τὸν τοῦ θεοῦ δὲ χρησμὸν οὐ κακιστέον: ναοῦ δ ἀπαλλαχθέντε κρύψωμεν δέμας κατ ἄντρ ἃ πόντος νοτίδι διακλύζει μέλας - νεὼς ἄπωθεν, μή τις εἰσιδὼν σκάφος βασιλεῦσιν εἴπῃ κᾆτα ληφθῶμεν βίᾳ. ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόλῃ, τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖν ἄγαλμα πάσας προσφέροντε μηχανάς. ὁρ´α δέ γ εἴσω τριγλύφων ὅποι κενὸν δέμας καθεῖναι: τοὺς πόνους γὰρ ἁγαθοὶ τολμῶσι, δειλοὶ δ εἰσὶν οὐδὲν οὐδαμοῦ. οὔ τοι μακρὸν μὲν ἤλθομεν κώπῃ πόρον, ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν. ἀλλ εὖ γὰρ εἶπας, πειστέον: χωρεῖν χρεὼν ὅποι χθονὸς κρύψαντε λήσομεν δέμας. οὐ γὰρ τὸ τοῦ θεοῦ γ αἴτιον γενήσεται πεσεῖν ἄχρηστον θέσφατον: τολμητέον: μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει.?

상위

Euripides (에우리피데스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION