- 텍스트

Euripides, Iphigenia in Aulis, episode, dialogue 1:

(에우리피데스, Iphigenia in Aulis, episode, dialogue 1:)

μῆτερ, τί σιγῇ δακρύοις τέγγεις κόρας·? ἔχω τάλαινα πρόφασιν ὥστ ἀλγεῖν φρένα. παῦσαι: μὲ μὴ κάκιζε: τάδε δέ μοι πιθοῦ. λέγ: ὡς παρ ἡμῶν οὐδὲν ἀδικήσῃ, τέκνον. μήτ οὖν γε τὸν σὸν πλόκαμον ἐκτέμῃς τριχός, μήτ ἀμφὶ σῶμα μέλανας ἀμπίσχῃ πέπλους. τί δὴ τόδ εἶπας, τέκνον· ἀπολέσασά σε· οὐ σύ γε: σέσῳσμαι, κατ ἐμὲ δ εὐκλεὴς ἔσῃ. πῶς εἶπας· οὐ πενθεῖν με σὴν ψυχὴν χρεών· ἥκιστ, ἐπεί μοι τύμβος οὐ χωσθήσεται. τί δαί· τὸ θνῄσκειν, οὐ τάφος, νομίζεται. βωμὸς θεᾶς μοι μνῆμα τῆς Διὸς κόρης. ἀλλ, ὦ τέκνον, σοὶ πείσομαι: λέγεις γὰρ εὖ. ὡς εὐτυχοῦσά γ Ἑλλάδος τ εὐεργέτις. τί δὴ κασιγνήταισιν ἀγγελῶ σέθεν· μηδ ἀμφὶ κείναις μέλανας ἐξάψῃ πέπλους. εἴπω δὲ παρὰ σοῦ φίλον ἔπος τι παρθένοις· χαίρειν γε. Ὀρέστην τ ἔκτρεφ ἄνδρα τόνδε μοι. προσέλκυσαί νιν ὕστατον θεωμένη. ὦ φίλτατ, ἐπεκούρησας ὅσον εἶχες φίλοις. ἔσθ ὅ τι κατ Ἄργος δρῶσά σοι χάριν φέρω· πατέρα τὸν ἀμὸν μὴ στύγει, πόσιν γε σόν. δεινοὺς ἀγῶνας διὰ σὲ δεῖ κεῖνον δραμεῖν. ἄκων μ ὑπὲρ γῆς Ἑλλάδος διώλεσεν. δόλῳ δ, ἀγεννῶς Ἀτρέως τ οὐκ ἀξίως. τίς μ εἶσιν ἄξων πρὶν σπαράσσεσθαι κόμης· ἐγώ, μετά γε σοῦ. . . μὴ σύ γ: οὐ καλῶς λέγεις. πέπλων ἐχομένη σῶν. ἐμοί, μῆτερ, πιθοῦ: μέν: ὡς ἐμοί τε σοί τε κάλλιον τόδε. πατρὸς δ ὀπαδῶν τῶνδέ τίς με πεμπέτω Ἀρτέμιδος ἐς λειμῶν, ὅπου σφαγήσομαι. ὦ τέκνον, οἴχῃ· καὶ πάλιν γ οὐ μὴ μόλω. λιποῦσα μητέρα· ὡς ὁρᾷς γ, οὐκ ἀξίως. σχές, μή με προλίπῃς. οὐκ ἐῶ στάζειν δάκρυ. ὑμεῖς δ ἐπευφημήσατ, ὦ νεάνιδες, παιᾶνα τἠμῇ συμφορᾷ Διὸς κόρην Ἄρτεμιν: ἴτω δὲ Δαναΐδαις εὐφημία. κανᾶ δ ἐναρχέσθω τις, αἰθέσθω δὲ πῦρ προχύταις καθαρσίοισι, καὶ πατὴρ ἐμὸς ἐνδεξιούσθω βωμόν: ὡς σωτηρίαν Ἕλλησι δώσους ἔρχομαι νικηφόρον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION