호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ μὲν σόν, ὦ νεᾶνι, γενναίως ἔχει:? τὸ τῆς τύχης δὲ καὶ τὸ τῆς θεοῦ νοσεῖ. Ἀγαμέμνονος παῖ, μακάριόν μέ τις θεῶν ἔμελλε θήσειν, εἰ τύχοιμι σῶν γάμων. ζηλῶ δὲ σοῦ μὲν Ἑλλάδ, Ἑλλάδος δὲ σέ. εὖ γὰρ τόδ εἶπας ἀξίως τε πατρίδος: τὸ θεομαχεῖν γὰρ ἀπολιποῦς, ὅ σου κρατεῖ, ἐξελογίσω τὰ χρηστὰ τἀναγκαῖά τε. μᾶλλον δὲ λέκτρων σῶν πόθος μ ἐσέρχεται ἐς τὴν φύσιν βλέψαντα: γενναία γὰρ εἶ. ὁρ´α δ: ἐγὼ γὰρ βούλομαί ς εὐεργετεῖν λαβεῖν τ ἐς οἴκους: ἄχθομαί τ, ἴστω Θέτις, εἰ μή σε σώσω Δαναΐδαισι διὰ μάχης ἐλθών. ἄθρησον: ὁ θάνατος δεινὸν κακόν. λέγω τάδ οὐδὲν οὐδέν εὐλαβουμένη. ἡ Τυνδαρὶς παῖς διὰ τὸ σῶμ ἀρκεῖ μάχας ἀνδρῶν τιθεῖσα καὶ φόνους: σὺ δ, ὦ ξένε, μὴ θνῇσκε δι ἐμὲ μηδ ἀποκτείνῃς τινά, ἐά δὲ σῷσαί μ Ἑλλάδ, ἢν δυνώμεθα. ὦ λῆμ ἄριστον, οὐκ ἔχω πρὸς τοῦτ ἔτι λέγειν, ἐπεί σοι τάδε δοκεῖ: γενναῖα γὰρ φρονεῖς: τί γὰρ τἀληθὲς οὐκ εἴποι τις ἄν· ὅμως δ, ἴσως γὰρ κἂν μεταγνοίης τάδε, ὡς οὖν ἂν εἰδῇς τἀπ ἐμοῦ λελεγμένα, ἐλθὼν τάδ ὅπλα θήσομαι βωμοῦ πέλας, ὡς οὐκ ἐάσων ς ἀλλὰ κωλύσων θανεῖν. χρήσῃ δὲ καὶ σὺ τοῖς ἐμοῖς λόγοις τάχα, ὅταν πέλας σῆς φάσγανον δέρης ἴδῃς. οὔκουν ἐάσω ς ἀφροσύνῃ τῇ σῇ θανεῖν: ἐλθὼν δὲ σὺν ὅπλοις τοῖσδε πρὸς ναὸν θεᾶς καραδοκήσω σὴν ἐκεῖ παρουσίαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기