- 텍스트

Euripides, Iphigenia in Aulis, episode, dialogue 3:

(에우리피데스, Iphigenia in Aulis, episode, dialogue 3:)

βούλῃ νιν ἱκέτιν σὸν περιπτύξαι γόνυ·? ἀπαρθένευτα μὲν τάδ: εἰ δέ σοι δοκεῖ, ἥξει, δι αἰδοῦς ὄμμ ἔχους ἐλεύθερον. εἰ δ οὐ παρούσης ταὐτὰ τεύξομαι σέθεν, μενέτω κατ οἴκους: σεμνὰ γὰρ σεμνύνεται. ὅμως δ ὅσον γε δυνατὸν αἰδεῖσθαι χρεών. σὺ μήτε σὴν παῖδ ἔξαγ ὄψιν εἰς ἐμήν, μήτ εἰς ὄνειδος ἀμαθὲς ἔλθωμεν, γύναι: στρατὸς γὰρ ἀθρόος, ἀργὸς ὢν τῶν οἴκοθεν, λέσχας πονηρὰς καὶ κακοστόμους φιλεῖ. πάντως δέ μ ἱκετεύοντέ θ ἥξετ εἰς ἴσον, εἴ τ ἀνικέτευτος: εἷς ἐμοὶ γάρ ἐστ ἀγὼν μέγιστος ὑμᾶς ἐξαπαλλάξαι κακῶν. ὡς ἕν γ ἀκούσας ἴσθι, μὴ ψευδῶς μ ἐρεῖν: ψευδῆ λέγων δὲ καὶ μάτην ἐγκερτομῶν, θάνοιμι: μὴ θάνοιμι δ, ἢν σῴσω κόρην. ὄναιο συνεχῶς δυστυχοῦντας ὠφελῶν. ἄκουε δή νυν, ἵνα τὸ πρᾶγμ ἔχῃ καλῶς. τί τοῦτ ἔλεξας· ὡς ἀκουστέον γέ σου. πειθώμεθ αὖτις πατέρα βέλτιον φρονεῖν. κακός τίς ἐστι καὶ λίαν ταρβεῖ στρατόν. ἀλλ οἱ λόγοι γε καταπαλαίουσιν λόγους. ψυχρὰ μὲν ἐλπίς: ὅ τι δὲ χρή με δρᾶν φράσον. ἱκέτευ ἐκεῖνον πρῶτα μὴ κτείνειν τέκνα: ἢν δ ἀντιβαίνῃ, πρὸς ἐμέ σοι πορευτέον. ᾗ γὰρ τὸ χρῇζον ἐπίθετ, οὐ τοὐμὸν χρεὼν χωρεῖν: ἔχει γὰρ αὐτὸ τὴν σωτηρίαν. κἀγώ τ ἀμείνων πρὸς φίλον γενήσομαι, στρατός τ ἂν οὐ μέμψαιτό μ, εἰ τὰ πράγματα λελογισμένως πράσσοιμι μᾶλλον ἢ σθένει. καλῶς δὲ κρανθέντων καὶ πρὸς ἡδονὴν φίλοις σοί τ ἂν γένοιτο κἂν ἐμοῦ χωρὶς τάδε. ὡς σώφρον εἶπας. δραστέον δ ἅ σοι δοκεῖ. ἢν δ αὖ τι μὴ πράσσωμεν ὧν ἐγὼ θέλω, ποῦ ς αὖθις ὀψόμεσθα, ποῦ· χρή μ ἀθλίαν ἐλθοῦσαν εὑρεῖν σὴν χέρ ἐπίκουρον κακῶν· ἡμεῖς σε φύλακες οὗ χρεὼν φυλάξομεν, μή τίς ς ἴδῃ στείχουσαν ἐπτοημένην Δαναῶν δι ὄχλου: μηδὲ πατρῷον δόμον αἴσχυν: ὁ γάρ τοι Τυνδάρεως οὐκ ἄξιος κακῶς ἀκούειν: ἐν γὰρ Ἕλλησιν μέγας. ἔστιν τάδ: ἄρχε: σοί με δουλεύειν χρεών. εἰ δ εἰσὶ θεοί, δίκαιος ὢν ἀνὴρ <θεῶν> ἐσθλῶν κυρήσεις: εἰ δὲ μή, τί δεῖ πονεῖν·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION