- 텍스트

Euripides, Iphigenia in Aulis, episode, trochees

(에우리피데스, Iphigenia in Aulis, episode, trochees)

ὦ ξέν, Αἰακοῦ γένεθλον, μεῖνον:? ὦ, σέ τοι λέγω, τὸν θεᾶς γεγῶτα παῖδα, καὶ σέ, τὴν Λήδας κόρην. τίς ὁ καλῶν πύλας παροίξας· ὡς τεταρβηκὼς καλεῖ. δοῦλος, οὐχ ἁβρύνομαι τῷδ: ἡ τύχη γὰρ οὐκ ἐᾷ. τίνος· ἐμὸς μὲν οὐχί: χωρὶς τἀμὰ καὶ Ἀγαμέμνονος. τῆσδε τῆς πάροιθεν οἴκων, Τυνδάρεω δόντος πατρός. ἕσταμεν: φράζ, εἴ τι χρῄζεις, ὧν μ ἐπέσχες οὕνεκα. ἦ μόνω παρόντε δῆτα ταῖσδ ἐφέστατον πύλαις· ὡς μόνοιν λέγοις ἄν, ἔξω δ ἐλθὲ βασιλείων δόμων. ὦ Τύχη πρόνοιά θ ἡμή, σῴσαθ οὓς ἐγὼ θέλω. ὁ λόγος ἐς μέλλοντ ἂν ὤση χρόνον: ἔχει δ ὄγκον τινά. δεξιᾶς ἕκατι μὴ μέλλ, εἴ τί μοι χρῄζεις λέγειν. οἶσθα δῆτ ἔμ, ὅστις ὢν σοὶ καὶ τέκνοις εὔνους ἔφυν· οἶδά ς ὄντ ἐγὼ παλαιὸν δωμάτων ἐμῶν λάτριν. χὥτι μ ἐν ταῖς σαῖσι φερναῖς ἔλαβεν Ἀγαμέμνων ἄναξ· ἦλθες εἰς Ἄργος μεθ ἡμῶν καὶ ἐμὸς ἦσθ ἀεί ποτε. ὧδ ἔχει. καὶ σοὶ μὲν εὔνους εἰμί, σῷ δ ἧσσον πόσει. ἐκκάλυπτε νῦν ποθ ἡμῖν οὕστινας λέγεις λόγους. παῖδα σὴν πατὴρ ὁ φύσας αὐτόχειρ μέλλει κτενεῖν. πῶς· ἀπέπτυς, ὦ γεραιέ, μῦθον: οὐ γὰρ εὖ φρονεῖς. φασγάνῳ λευκὴν φονεύων τῆς ταλαιπώρου δέρην. ὦ τάλαιν ἐγώ. μεμηνὼς ἆρα τυγχάνει πόσις· ἀρτίφρων, πλὴν ἐς σὲ καὶ σὴν παῖδα: τοῦτο δ οὐ φρονεῖ. ἐκ τίνος λόγου· τίς αὐτὸν οὑπάγων ἀλαστόρων· θέσφαθ, ὥς γέ φησι Κάλχας, ἵνα πορεύηται στρατός. ποῖ· τάλαιν ἐγώ, τάλαινα δ ἣν πατὴρ μέλλει κτενεῖν. Δαρδάνου πρὸς δώμαθ, Ἑλένην Μενέλεως ὅπως λάβῃ. εἰς ἄρ Ἰφιγένειαν Ἑλένης νόστος ἦν πεπρωμένος· πάντ ἔχεις: Ἀρτέμιδι θύσειν παῖδα σὴν μέλλει πατήρ. ὁ δὲ γάμος τίν εἶχε πρόφασιν, ᾧ μ ἐκόμισεν ἐκ δόμων· ἵν ἀγάγοις χαίρους Ἀχιλλεῖ παῖδα νυμφεύσουσα σήν. ὦ θύγατερ, ἥκεις ἐπ ὀλέθρῳ καὶ σὺ καὶ μήτηρ σέθεν. οἰκτρὰ πάσχετον δύ οὖσαι: δεινὰ δ Ἀγαμέμνων ἔτλη. οἴχομαι τάλαινα, δακρύων τ ὄμματ οὐκέτι στέγω. εἴπερ ἀλγεινὸν τὸ τέκνων στερόμενον, δακρυρρόει. σὺ δὲ τάδ, ὦ γέρον, πόθεν φῂς εἰδέναι πεπυσμένος· δέλτον ᾠχόμην φέρων σοι πρὸς τὰ πρὶν γεγραμμένα. οὐκ ἐῶν ἢ ξυγκελεύων παῖδ ἄγειν θανουμένην· μὴ μὲν οὖν ἄγειν: φρονῶν γὰρ ἔτυχε σὸς πόσις τότ εὖ. κᾆτα πῶς φέρων γε δέλτον οὐκ ἐμοὶ δίδως λαβεῖν· Μενέλεως ἀφείλεθ ἡμᾶς, ὃς κακῶν τῶνδ αἴτιος. ὦ τέκνον Νηρῇδος, ὦ παῖ Πηλέως, κλύεις τάδε· ἔκλυον οὖσαν ἀθλίαν σε, τὸ δ ἐμὸν οὐ φαύλως φέρω. παῖδά μου κατακτενοῦσι σοῖς δολώσαντες γάμοις. μέμφομαι κἀγὼ πόσει σῷ, κοὐχ ἁπλῶς οὕτω φέρω. οὐκ ἐπαιδεσθήσομαί γε προσπεσεῖν τὸ σὸν γόνυ, θνητὸς ἐκ θεᾶς γεγῶτα: τί γὰρ ἐγὼ σεμνύνομαι· ἢ τίνος σπουδαστέον μοι μᾶλλον ἢ τέκνου πέρι· ἀλλ ἄμυνον, ὦ θεᾶς παῖ, τῇ τ ἐμῇ δυσπραξίᾳ τῇ τε λεχθείσῃ δάμαρτι σῇ - μάτην μέν, ἀλλ ὅμως. σοὶ καταστέψας ἐγώ νιν ἦγον ὡς γαμουμένην, νῦν δ ἐπὶ σφαγὰς κομίζω: σοὶ δ ὄνειδος ἵξεται, ὅστις οὐκ ἤμυνας: εἰ γὰρ μὴ γάμοισιν ἐζύγης, ἀλλ ἐκλήθης γοῦν ταλαίνης παρθένου φίλος πόσις. πρὸς γενειάδος <σε>, πρός σε δεξιᾶς, πρὸς μητέρος - ὄνομα γὰρ τὸ σόν μ ἀπώλες, ᾧ ς ἀμυναθεῖν χρεών - οὐκ ἔχω βωμὸν καταφυγεῖν ἄλλον ἢ τὸ σὸν γόνυ: οὐδὲ φίλος οὐδεὶς γελᾷ μοι: τὰ δ Ἀγαμέμνονος κλύεις, ὠμὰ καὶ πάντολμ: ἀφῖγμαι δ, ὥσπερ εἰσορᾷς, γυνὴ ναυτικὸν στράτευμ ἄναρχον κἀπὶ τοῖς κακοῖς θρασύ . . . χρήσιμον δ, ὅταν θέλωσιν. ἢν δὲ τολμήσῃς σύ μου χεῖρ ὑπερτεῖναι, σεσῴσμεθ: εἰ δὲ μή, οὐ σεσῴσμεθα.?

상위

Iphigenia in Aulis

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION