- 텍스트

Euripides, Iphigenia in Aulis, episode 1:

(에우리피데스, Iphigenia in Aulis, episode 1:)

μεῖνον - τί φεύγεις·? - δεξιάν τ ἐμῇ χερὶ σύναψον, ἀρχὴν μακαρίαν νυμφευμάτων. τί φῄς· ἐγώ σοι δεξιάν· αἰδοίμεθ ἂν Ἀγαμέμνον, εἰ ψαύοιμεν ὧν μή μοι θέμις. θέμις μάλιστα, τὴν ἐμὴν ἐπεὶ γαμεῖς παῖδ, ὦ θεᾶς παῖ ποντίας Νηρηίδος. ποίους γάμους φῄς· ἀφασία μ ἔχει, γύναι: εἰ μή τι παρανοοῦσα καινουργεῖς λόγον· πᾶσιν τόδ ἐμπέφυκεν, αἰδεῖσθαι φίλους καινοὺς ὁρῶσι καὶ γάμου μεμνημένοις. οὐπώποτ ἐμνήστευσα παῖδα σήν, γύναι, οὐδ ἐξ Ἀτρειδῶν ἦλθέ μοι λόγος γάμων. τί δῆτ ἂν εἰή· σὺ πάλιν αὖ λόγους ἐμοὺς θαύμαζ: ἐμοὶ γὰρ θαύματ ἐστὶ τὰ παρὰ σοῦ. εἴκαζε: κοινόν ἐστιν εἰκάζειν τάδε: ἄμφω γὰρ οὐ ψευδόμεθα τοῖς λόγοις ἴσως. ἀλλ ἦ πέπονθα δεινά· μνηστεύω γάμους οὐκ ὄντας, ὡς εἴξασιν: αἰδοῦμαι τάδε. ἴσως ἐκερτόμησε κἀμὲ καὶ σέ τις. ἀλλ ἀμελίᾳ δὸς αὐτὰ καὶ φαύλως φέρε. χαῖρ: οὐ γὰρ ὀρθοῖς ὄμμασίν ς ἔτ εἰσορῶ, ψευδὴς γενομένη καὶ παθοῦς ἀνάξια. καὶ σοὶ τόδ ἐστὶν ἐξ ἐμοῦ: πόσιν δὲ σὸν στείχω ματεύσων τῶνδε δωμάτων ἔσω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION