- 텍스트

Euripides, Iphigenia in Aulis, episode, anapests

(에우리피데스, Iphigenia in Aulis, episode, anapests)

Ὦ πρέσβυ, δόμων τῶνδε πάροιθεν στεῖχε.? στείχω. τί δὲ καινουργεῖς, Ἀγάμεμνον ἄναξ· σπεύσεις· σπεύδω. μάλα τοι γῆρας τοὐμὸν ἀύπνον καὶ ἐπ ὀφθαλμοῖς ὀξὺ πάρεστιν. τίς ποτ ἄρ ἀστὴρ ὅδε πορθμεύει· Σείριος ἐγγὺς τῆς ἑπταπόρου Πλειάδος ᾄσσων ἔτι μεσσήρης. οὔκουν φθόγγος γ οὔτ ὀρνίθων οὔτε θαλάσσης: σιγαὶ δ ἀνέμων τόνδε κατ Εὔριπον ἔχουσιν. τί δὲ σὺ σκηνῆς ἐκτὸς ἀίσσεις, Ἀγάμεμνον ἄναξ· ἔτι δ ἡσυχία τῇδε κατ Αὖλιν καὶ ἀκίνητοι φυλακαὶ τειχέων. στείχωμεν ἔσω. ζηλῶ σέ, γέρον, ζηλῶ δ ἀνδρῶν ὃς ἀκίνδυνον βίον ἐξεπέρας ἀγνὼς ἀκλεής: τοὺς δ ἐν τιμαῖς ἧσσον ζηλῶ. καὶ μὴν τὸ καλόν γ ἐνταῦθα βίου. τοῦτο δέ γ ἐστὶν τὸ καλὸν σφαλερόν, καὶ τὸ πρότιμον γλυκὺ μέν, λυπεῖ δὲ προσιστάμενον. τοτὲ μὲν τὰ θεῶν οὐκ ὀρθωθέντ ἀνέτρεψε βίον, τοτὲ δ ἀνθρώπων γνῶμαι πολλαὶ καὶ δυσάρεστοι διέκναισαν. οὐκ ἄγαμαι ταῦτ ἀνδρὸς ἀριστέως. οὐκ ἐπὶ πᾶσίν ς ἐφύτευς ἀγαθοῖς, Ἀγάμεμνον, Ἀτρεύς. δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι: θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς, τὰ θεῶν οὕτω βουλόμεν ἔσται. σὺ δὲ λαμπτῆρος φάος ἀμπετάσας δέλτον τε γράφεις τήνδ ἣν πρὸ χερῶν ἔτι βαστάζεις, καὶ ταὐτὰ πάλιν γράμματα συγχεῖς καὶ σφραγίζεις λύεις τ ὀπίσω ῥίπτεις τε πέδῳ πεύκην, θαλερὸν κατὰ δάκρυ χέων, καὶ τῶν ἀπόρων οὐδενὸς ἐνδεῖς μὴ οὐ μαίνεσθαι. τί πονεῖς· τί νέον περὶ σοί, βασιλεῦ· φέρε κοίνωσον μῦθον ἐς ἡμᾶς. πρὸς <δ> ἄνδρ ἀγαθὸν πιστόν τε φράσεις: σῇ γάρ μ ἀλόχῳ τότε Τυνδάρεως πέμπει φερνὴν συννυμφοκόμον τε δίκαιον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION