- 텍스트

Euripides, Ion, episode, lyric

(에우리피데스, Ion, episode, lyric)

ἰὼ ἰώ, λαμπρᾶς αἰθέρος ἀμπτυχαί, τίν αὐδὰν ἀύσω, βοάσω·? πόθεν μοι συνέκυρς ἀδόκητος ἡδονά· πόθεν ἐλάβομεν χαράν· ἐμοὶ γενέσθαι πάντα μᾶλλον ἄν ποτε, μῆτερ, παρέστη τῶνδ, ὅπως σός εἰμ ἐγώ. ἔτι φόβῳ τρέμω. μῶν οὐκ ἔχειν μ ἔχουσα· τὰς γὰρ ἐλπίδας ἀπέβαλον πρόσω. ἰὼ γύναι, πόθεν πόθεν ἔλαβες ἐμὸν βρέφος ἐς ἀγκάλας· τίν ἀνὰ χεῖρα δόμον ἔβα Λοξίου· θεῖον τόδ: ἀλλὰ τἀπίλοιπα τῆς τύχης εὐδαιμονοῖμεν, ὡς τὰ πρόσθε δυστυχῆ. τέκνον, οὐκ ἀδάκρυτος ἐκλοχεύῃ, γόοις δὲ ματρὸς ἐκ χερῶν ὁρίζῃ: νῦν δὲ γενειάσιν παρὰ σέθεν πνέω μακαριωτάτας τυχοῦς ἡδονᾶς. τοὐμὸν λέγουσα καὶ τὸ σὸν κοινῶς λέγεις. ἄπαιδες οὐκέτ ἐσμὲν οὐδ ἄτεκνοι: δῶμ ἑστιοῦται, γᾶ δ ἔχει τυράννους: ἀνηβᾷ δ Ἐρεχθεύς, ὅ τε γηγενέτας δόμος οὐκέτι νύκτα δέρκεται, ἀελίου δ ἀναβλέπει λαμπάσιν. μῆτερ, παρών μοι καὶ πατὴρ μετασχέτω τῆς ἡδονῆς τῆσδ ἧς ἔδωχ ὑμῖν ἐγώ. ὦ τέκνον, τί φῄς· οἱο῀ν οἱο῀ν ἀνελέγχομαι. πῶς εἶπας· ἄλλοθεν γέγονας, ἄλλοθεν. ὤμοι: νόθον με παρθένευμ ἔτικτε σόν· οὐχ ὑπὸ λαμπάδων οὐδὲ χορευμάτων ὑμέναιος ἐμός, τέκνον, ἔτικτε σὸν κάρα. αἰαῖ: πέφυκα δυσγενής. μῆτερ, πόθεν· ἴστω Γοργοφόνα - τί τοῦτ ἔλεξας· ἃ σκοπέλοις ἐπ ἐμοῖς τὸν ἐλαιοφυῆ πάγον θάσσει - λέγεις μοι δόλια κοὐ σαφῆ τάδε. παρ ἀηδόνιον πέτραν Φοίβῳ - τί Φοῖβον αὐδᾷς· κρυπτόμενον λέχος ηὐνάσθην . . . λέγ: ὡς ἐρεῖς τι κεδνὸν εὐτυχές τέ μοι. δεκάτῳ δέ σε μηνὸς ἐν κύκλῳ κρύφιον ὠδῖν ἔτεκον Φοίβῳ. ὦ φίλτατ εἰποῦς, εἰ λέγεις ἐτήτυμα. παρθένια δ ἐμᾶς <λάθρα> ματέρος σπάργαν ἀμφίβολά σοι τάδ ἐνῆψα, κερ- κίδος ἐμᾶς πλάνους. γάλακτι δ οὐκ ἐπέσχον, οὐδὲ μαστῷ τροφεῖα ματρὸς οὐδὲ λουτρὰ χειροῖν, ἀνὰ δ ἄντρον ἔρημον οἰωνῶν γαμφηλαῖς φόνευμα θοίναμά τ εἰς Αἵδαν ἐκβάλλῃ. ὦ δεινὰ τλᾶσα μῆτερ. ἐν φόβῳ, τέκνον, καταδεθεῖσα σὰν ἀπέβαλον ψυχάν: ἔκτεινά ς ἄκους. ἐξ ἐμοῦ τ οὐχ ὅσι ἔθνῃσκες. ἰώ: δειναὶ μὲν τότε τύχαι, δεινὰ δὲ καὶ τάδ: ἑλισσόμεσθ ἐκεῖθεν ἐνθάδε δυστυχίαισιν εὐτυχίαις τε πάλιν, μεθίσταται δὲ πνεύματα. μενέτω: τὰ πάροιθεν ἅλις κακά: νῦν δὲ γένοιτό τις οὖρος ἐκ κακῶν, ὦ παῖ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION