호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ ψυχά, πῶς σιγάσω·? πῶς δὲ σκοτίας ἀναφήνω εὐνάς, αἰδοῦς δ ἀπολειφθῶ· τί γὰρ ἐμπόδιον κώλυμ ἔτι μοι· πρὸς τίν ἀγῶνας τιθέμεσθ ἀρετῆς· οὐ πόσις ἡμῶν προδότης γέγονεν, στέρομαι δ οἴκων, στέρομαι παίδων, φροῦδαι δ ἐλπίδες, ἃς διαθέσθαι χρῄζουσα καλῶς οὐκ ἐδυνήθην, σιγῶσα γάμους, σιγῶσα τόκους πολυκλαύτους· ἀλλ οὐ τὸ Διὸς πολύαστρον ἕδος καὶ τὴν ἐπ ἐμοῖς σκοπέλοισι θεὰν λίμνης τ ἐνύδρου Τριτωνιάδος πότνιαν ἀκτάν, οὐκέτι κρύψω λέχος, ὡς στέρνων ἀπονησαμένη ῥᾴων ἔσομαι. στάζουσι κόραι δακρύοισιν ἐμαί, ψυχὴ δ ἀλγεῖ κακοβουλευθεῖς ἔκ τ ἀνθρώπων ἔκ τ ἀθανάτων, οὓς ἀποδείξω λέκτρων προδότας ἀχαρίστους. ὦ τᾶς ἑπταφθόγγου μέλπων κιθάρας ἐνοπάν, ἅτ ἀγραύλοις κέρασιν ἐν ἀψύχοις ἀχεῖ μουσᾶν ὕμνους εὐαχήτους, σοὶ μομφάν, ὦ Λατοῦς παῖ, πρὸς τάνδ αὐγὰν αὐδάσω. ἦλθές μοι χρυσῷ χαίταν μαρμαίρων, εὖτ ἐς κόλπους κρόκεα πέταλα φάρεσιν ἔδρεπον, ἀνθίζειν χρυσανταυγῆ: λευκοῖς δ ἐμφὺς καρποῖσιν χειρῶν εἰς ἄντρου κοίτας κραυγὰν Ὦ μᾶτέρ μ αὐδῶσαν θεὸς ὁμευνέτας ἆγες ἀναιδείᾳ Κύπριδι χάριν πράσσων. τίκτω δ ἁ δύστανός σοι κοῦρον, τὸν φρίκᾳ ματρὸς εἰς εὐνὰν βάλλω τὰν σάν, ἵνα με λέχεσι μελέαν μελέοις ἐζεύξω τὰν δύστανον. οἴμοι μοι: καὶ νῦν ἔρρει πτανοῖς ἁρπασθεὶς θοίνα παῖς μοι - καὶ σός, τλάμων: σὺ δὲ κιθάρᾳ κλάζεις παιᾶνας μέλπων. ὠή, τὸν Λατοῦς αὐδῶ <ς>, ὅστ ὀμφὰν κληροῖς πρὸς χρυσέους θάκους καὶ γαίας μεσσήρεις ἕδρας, εἰς οὖς αὐδὰν καρύξω:
Ιὢ κακὸς εὐνάτωρ, ὃς τῷ μὲν ἐμῷ νυμφεύτᾳ χάριν οὐ προλαβὼν παῖδ εἰς οἴκους οἰκίζεις: ὁ δ ἐμὸς γενέτας καὶ σός γ, ἀμαθής, οἰωνοῖς ἔρρει συλαθείς, σπάργανα ματέρος ἐξαλλάξας. μισεῖ ς ἁ Δᾶλος καὶ δάφνας ἔρνεα φοίνικα παρ ἁβροκόμαν, ἔνθα λοχεύματα σέμν ἐλοχεύσατο Λατὼ Δίοισί σε καρποῖς. οἴμοι, μέγας θησαυρὸς ὡς ἀνοίγνυται κακῶν, ἐφ οἷσι πᾶς ἂν ἐκβάλοι δάκρυ.
ὦ θύγατερ, οὔτοι σὸν βλέπων ἐμπίμπλαμαι πρόσωπον, ἔξω δ ἐγενόμην γνώμης ἐμῆς. κακῶν γὰρ ἄρτι κῦμ ὑπεξαντλῶν φρενί, πρύμνηθεν αἴρει μ ἄλλο σῶν λόγων ὕπο, οὓς ἐκβαλοῦσα τῶν παρεστώτων κακῶν μετῆλθες ἄλλων πημάτων κακὰς ὁδούς. τί φῄς· τίνα λόγον Λοξίου κατηγορεῖς· ποῖον τεκεῖν φῂς παῖδα· ποῦ θεῖναι πόλεως θηρσὶν φίλον τύμβευμ· ἄνελθέ μοι πάλιν. αἰσχύνομαι μέν ς, ὦ γέρον, λέξω δ ὅμως. ὡς συστενάζειν γ οἶδα γενναίως φίλοις. ἄκουε τοίνυν: οἶσθα Κεκροπίας πέτρας πρόσβορρον ἄντρον, ἃς Μακρὰς κικλήσκομεν· οἶδ, ἔνθα Πανὸς ἄδυτα καὶ βωμοὶ πέλας. ἐνταῦθ ἀγῶνα δεινὸν ἠγωνίσμεθα. τίν· ὡς ἀπαντᾷ δάκρυά μοι τοῖς σοῖς λόγοις. Φοίβῳ ξυνῆψ ἄκουσα δύστηνον γάμον. ὦ θύγατερ, ἆρ ἦν ταῦθ ἅ γ ᾐσθόμην ἐγώ· οὐκ οἶδ: ἀληθῆ δ εἰ λέγεις φαίημεν ἄν. νόσον κρυφαίαν ἡνίκ ἔστενες λάθρα· τότ ἦν ἃ νῦν σοι φανερὰ σημαίνω κακά. κᾆτ ἐξέκλεψας πῶς Ἀπόλλωνος γάμους· ἔτεκον - ἀνάσχου ταῦτ ἐμοῦ κλύων, γέρον. ποῦ· τίς λοχεύει ς· ἢ μόνη μοχθεῖς τάδε· μόνη κατ ἄντρον οὗπερ ἐζεύχθην γάμοις. ὁ παῖς δὲ ποῦ στιν· ἵνα σὺ μηκέτ ᾖς ἄπαις. τέθνηκεν, ὦ γεραιέ, θηρσὶν ἐκτεθείς. τέθνηκ· Ἀπόλλων δ ὁ κακὸς οὐδὲν ἤρκεσεν· οὐκ ἤρκες: Αἵδου δ ἐν δόμοις παιδεύεται. τίς γάρ νιν ἐξέθηκεν· οὐ γὰρ δὴ σύ γε. ἡμεῖς, ἐν ὄρφνῃ σπαργανώσαντες πέπλοις. οὐδὲ ξυνῄδει σοί τις ἔκθεσιν τέκνου· αἱ ξυμφοραί γε καὶ τὸ λανθάνειν μόνον. καὶ πῶς ἐν ἄντρῳ παῖδα σὸν λιπεῖν ἔτλης· πῶς δ οἰκτρὰ πολλὰ στόματος ἐκβαλοῦς ἔπη - φεῦ: τλήμων σὺ τόλμης, ὁ δὲ θεὸς μᾶλλον σέθεν. εἰ παῖδά γ εἶδες χεῖρας ἐκτείνοντά μοι. μαστὸν διώκοντ ἦ πρὸς ἀγκάλαις πεσεῖν· ἐνταῦθ, ἵν οὐκ ὢν ἄδικ ἔπασχεν ἐξ ἐμοῦ. σοὶ δ ἐς τί δόξ ἐσῆλθεν ἐκβαλεῖν τέκνον· ὡς τὸν θεὸν σῴζοντα τόν γ αὑτοῦ γόνον. οἴμοι, δόμων σῶν ὄλβος ὡς χειμάζεται.
τί κρᾶτα κρύψας, ὦ γέρον, δακρυρροεῖς· σὲ καὶ πατέρα σὸν δυστυχοῦντας εἰσορῶ. τὰ θνητὰ τοιαῦτ: οὐδὲν ἐν ταὐτῷ μένει. μή νυν ἔτ οἴκτων, θύγατερ, ἀντεχώμεθα. τί γάρ με χρὴ δρᾶν· ἀπορία τὸ δυστυχεῖν. τὸν πρῶτον ἀδικήσαντά ς ἀποτίνου θεόν. καὶ πῶς τὰ κρείσσω θνητὸς οὖς ὑπερδράμω· πίμπρη τὰ σεμνὰ Λοξίου χρηστήρια. δέδοικα: καὶ νῦν πημάτων ἄδην ἔχω. τὰ δυνατά νυν τόλμησον, ἄνδρα σὸν κτανεῖν. αἰδούμεθ εὐνὰς τὰς τόθ ἡνίκ ἐσθλὸς ἦν. νῦν δ ἀλλὰ παῖδα τὸν ἐπὶ σοὶ πεφηνότα. πῶς· εἰ γὰρ εἰή δυνατόν: ὡς θέλοιμί γ ἄν. ξιφηφόρους σοὺς ὁπλίσας ὀπάονας. στείχοιμ ἄν: ἀλλὰ ποῦ γενήσεται τόδε· ἱεραῖσιν ἐν σκηναῖσιν, οὗ θοινᾷ φίλους. ἐπίσημον ὁ φόνος, καὶ τὸ δοῦλον ἀσθενές. ὤμοι, κακίζῃ: φέρε, σὺ νῦν βούλευέ τι. καὶ μὴν ἔχω γε δόλια καὶ δραστήρια. ἀμφοῖν ἂν εἰήν τοῖνδ ὑπηρέτης ἐγώ. ἄκουε τοίνυν: οἶσθα γηγενῆ μάχην· οἶδ, ἣν Φλέγρᾳ Γίγαντες ἔστησαν θεοῖς. ἐνταῦθα Γοργόν ἔτεκε Γῆ, δεινὸν τέρας. ἦ παισὶν αὑτῆς σύμμαχον, θεῶν πόνον· ναί: καί νιν ἔκτειν ἡ Διὸς Παλλὰς θεά. ποῖόν τι μορφῆς σχῆμ ἔχουσαν ἀγρίας· θώρακ ἐχίδνης περιβόλοις ὡπλισμένον. ἆρ οὗτός ἐσθ ὁ μῦθος ὃν κλύω πάλαι· ταύτης Ἀθάναν δέρος ἐπὶ στέρνοις ἔχειν. ἣν αἰγίδ ὀνομάζουσι, Παλλάδος στολήν· τόδ ἔσχεν ὄνομα θεῶν ὅτ ᾖξεν ἐς δόρυ. τί δῆτα, θύγατερ, τοῦτο σοῖς ἐχθροῖς βλάβος·
Ἐριχθόνιον οἶσθ, ἢ - · τί δ οὐ μέλλεις, γέρον· ὃν πρῶτον ὑμῶν πρόγονον ἐξανῆκε γῆ· τούτῳ δίδωσι Παλλὰς ὄντι νεογόνῳ - τί χρῆμα· μέλλον γάρ τι προσφέρεις ἔπος. δισσοὺς σταλαγμοὺς αἵματος Γοργοῦς ἄπο. ἰσχὺν ἔχοντας τίνα πρὸς ἀνθρώπου φύσιν· τὸν μὲν θανάσιμον, τὸν δ ἀκεσφόρον νόσων. ἐν τῷ καθάψας ἀμφὶ παιδὶ σώματος· χρυσοῖσι δεσμοῖς: ὁ δὲ δίδως ἐμῷ πατρί. κείνου δὲ κατθανόντος ἐς σὲ ἀφίκετο· ναί: κἀπὶ καρπῷ γ αὔτ ἐγὼ χερὸς φέρω. πῶς οὖν κέκρανται δίπτυχον δῶρον θεᾶς· κοίλης μὲν ὅστις φλεβὸς ἀπέσταξεν φόνῳ - τί τῷδε χρῆσθαι· δύνασιν ἐκφέρει τίνα· νόσους ἀπείργει καὶ τροφὰς ἔχει βίου. ὁ δεύτερος δ ἀριθμὸς ὧν λέγεις τί δρᾷ· κτείνει, δρακόντων ἰὸς ὢν τῶν Γοργόνος. ἐς ἓν δὲ κραθέντ αὐτὸν ἢ χωρὶς φορεῖς· χωρίς: κακῷ γὰρ ἐσθλὸν οὐ συμμείγνυται. ὦ φιλτάτη παῖ, πάντ ἔχεις ὅσων σε δεῖ. τούτῳ θανεῖται παῖς: σὺ δ ὁ κτείνων ἔσῃ. ποῦ καὶ τί δράσας· σὸν λέγειν, τολμᾶν δ ἐμόν. ἐν ταῖς Ἀθήναις, δῶμ ὅταν τοὐμὸν μόλῃ. οὐκ εὖ τόδ εἶπας: καὶ σὺ γὰρ τοὐμὸν ψέγεις. πῶς· ἆρ ὑπείδου τοῦθ ὃ κἄμ ἐσέρχεται· σὺ παῖδα δόξεις διολέσαι, κεἰ μὴ κτενεῖς. ὀρθῶς: φθονεῖν γάρ φασι μητρυιὰς τέκνοις. αὐτοῦ νυν αὐτὸν κτεῖν, ἵν ἀρνήσῃ φόνους. προλάζυμαι γοῦν τῷ χρόνῳ τῆς ἡδονῆς. καὶ σόν γε λήσεις πόσιν ἅ σε σπεύδει λαθεῖν. οἶσθ οὖν ὃ δρᾶσον· χειρὸς ἐξ ἐμῆς λαβὼν χρύσωμ Ἀθάνας τόδε, παλαιὸν ὄργανον, ἐλθὼν ἵν ἡμῖν βουθυτεῖ λάθρα πόσις, δείπνων ὅταν λήγωσι καὶ σπονδὰς θεοῖς μέλλωσι λείβειν, ἐν πέπλοις ἔχων τόδε κάθες βαλὼν ἐς πῶμα τῷ νεανίᾳ - ἰδίᾳ δέ, μή τι πᾶσι, χωρίσας ποτὸν τῷ τῶν ἐμῶν μέλλοντι δεσπόζειν δόμων. κἄνπερ διέλθῃ λαιμόν, οὔποθ ἵξεται κλεινὰς Ἀθήνας, κατθανὼν δ αὐτοῦ μενεῖ. σὺ μέν νυν εἴσω προξένων μέθες πόδα: ἡμεῖς δ ἐφ ᾧ τετάγμεθ ἐκπονήσομεν. ἄγ, ὦ γεραιὲ πούς, νεανίας γενοῦ ἔργοισι, κεἰ μὴ τῷ χρόνῳ πάρεστί σοι. ἐχθρὸν δ ἐπ ἄνδρα στεῖχε δεσποτῶν μέτα, καὶ συμφόνευε καὶ συνεξαίρει δόμων. τὴν δ εὐσέβειαν εὐτυχοῦσι μὲν καλὸν τιμᾶν: ὅταν δὲ πολεμίους δρᾶσαι κακῶς θέλῃ τις, οὐδεὶς ἐμποδὼν κεῖται νόμος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기