- 텍스트

Euripides, Ion, episode, iambic

(에우리피데스, Ion, episode, iambic)

εἰ ταὐτὰ πράσσων δεσπότης τῆς συμφορᾶς κοινωνός ἐστιν, ἢ μόνη σὺ δυστυχεῖς.? κείνῳ μέν, ὦ γεραιέ, παῖδα Λοξίας ἔδωκεν, ἰδίᾳ δ εὐτυχεῖ ταύτης δίχα. τόδ ἐπὶ τῷδε κακὸν ἄκρον ἔλακες ἄχος ἐμοὶ στένειν. πότερα δὲ φῦναι δεῖ γυναικὸς ἔκ τινος τὸν παῖδ ὃν εἶπας, ἢ γεγῶτ ἐθέσπισεν· ἤδη πεφυκότ ἐκτελῆ νεανίαν δίδωσιν αὐτῷ Λοξίας: παρῆ δ ἐγώ. πῶς φῄς· ἄφατον ἄφατον ἀναύδητον λόγον ἐμοὶ θροεῖς. κἄμοιγε. πῶς δ ὁ χρησμὸς ἐκπεραίνεται, σαφέστερόν μοι φράζε, χὥστις ἔσθ ὁ παῖς. ὅτῳ ξυναντήσειεν ἐκ θεοῦ συθεὶς πρώτῳ πόσις σός, παῖδ ἔδωκ αὐτῷ θεός. ὀττοτοττοτοῖ: τὸν δ ἐμὸν ἄτεκνον ἄτεκνον ἔλακεν ἄρα βίοτον· ἐρημίᾳ δ ὀρφανοὺς δόμους οἰκήσω. τίς οὖν ἐχρήσθη· τῷ συνῆψ ἴχνος ποδὸς πόσις ταλαίνης· πῶς δὲ ποῦ νιν εἰσιδών· οἶσθ, ὦ φίλη δέσποινα, τὸν νεανίαν ὃς τόνδ ἔσαιρε ναόν· οὗτος ἔσθ ὁ παῖς. ἀν ὑγρὸν ἀμπταίην αἰθέρα πόρσω γαί- ας Ἑλλανίας, ἀστέρας ἑσπέρους, οἱο῀ν οἱο῀ν ἄλγος ἔπαθον, φίλαι. ὄνομα δὲ ποῖον αὐτὸν ὀνομάζει πατήρ· οἶσθ, ἢ σιωπῇ τοῦτ ἀκύρωτον μένει· Ιὤν, ἐπείπερ πρῶτος ἤντησεν πατρί. μητρὸς δ ὁποίας ἐστὶν - οὐκ ἔχω φράσαι. φροῦδος δ - ἵν εἰδῇς πάντα τἀπ ἐμοῦ, γέρον - παιδὸς προθύσων ξένια καὶ γενέθλια σκηνὰς ἐς ἱερὰς τῆσδε λαθραίως πόσις, κοινὴν ξυνάψων δαῖτα παιδὶ τῷ νέῳ. δέσποινα, προδεδόμεσθα - σὺν γάρ σοι νοσῶ - τοῦ σοῦ πρὸς ἀνδρός, καὶ μεμηχανημένως ὑβριζόμεσθα δωμάτων τ Ἐρεχθέως ἐκβαλλόμεσθα.

καὶ σὸν οὐ στυγῶν πόσιν λέγω, σὲ μέντοι μᾶλλον ἢ κεῖνον φιλῶν: ὅστις σε γήμας ξένος ἐπεισελθὼν πόλιν καὶ δῶμα καὶ σὴν παραλαβὼν παγκληρίαν, ἄλλης γυναικὸς παῖδας ἐκκαρπούμενος λάθρα πέφηνεν: ὡς λάθρα δ, ἐγὼ φράσω. ἐπεί ς ἄτεκνον ᾔσθετ, οὐκ ἔστεργέ σοι ὅμοιος εἶναι τῆς τύχης τ ἴσον φέρειν, λαβὼν δὲ δοῦλα λέκτρα νυμφεύσας λάθρα τὸν παῖδ ἔφυσεν, ἐξενωμένον δέ τῳ Δελφῶν δίδωσιν ἐκτρέφειν. ὃ δ ἐν θεοῦ δόμοισιν ἄφετος, ὡς λάθοι, παιδεύεται. νεανίαν δ ὡς ᾔσθετ ἐκτεθραμμένον, ἐλθεῖν ς ἔπεισε δεῦρ ἀπαιδίας χάριν. κᾆθ ὁ θεὸς οὐκ ἐψεύσαθ, ὅδε δ ἐψεύσατο πάλαι τρέφων τὸν παῖδα, κἄπλεκεν πλοκὰς τοιάσδ: ἁλοὺς μὲν ἀνέφερ ἐς τὸν δαίμονα, ἐλθὼν δὲ καὶ τὸν χρόνον ἀμύνεσθαι θέλων τυραννίδ αὐτῷ περιβαλεῖν ἔμελλε γῆς. καινὸν δὲ τοὔνομ ἀνὰ χρόνον πεπλασμένον Ιὤν, ἰόντι δῆθεν ὅτι συνήντετο. οἴμοι, κακούργους ἄνδρας ὡς αἰεὶ στυγῶ, οἳ συντιθέντες τἄδικ εἶτα μηχαναῖς κοσμοῦσι. φαῦλον χρηστὸν ἂν λαβεῖν φίλον θέλοιμι μᾶλλον ἢ κακὸν σοφώτερον. καὶ τῶνδ ἁπάντων ἔσχατον πείσῃ κακόν:

ἀμήτορ, ἀναρίθμητον, ἐκ δούλης τινὸς γυναικός, ἐς σὸν δῶμα δεσπότην ἄγειν. ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν, εἰ παρ εὐγενοῦς μητρός, πιθών σε, σὴν λέγων ἀπαιδίαν, ἐσῴκις οἴκους: εἰ δὲ σοὶ τόδ ἦν πικρόν, τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων. ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν: ἢ γὰρ ξίφος λαβοῦσαν ἢ δόλῳ τινὶ ἢ φαρμάκοισι σὸν κατακτεῖναι πόσιν καὶ παῖδα, πρὶν σοὶ θάνατον ἐκ κείνων μολεῖν. εἰ γάρ γ ὑφήσεις τοῦδ, ἀπαλλάξῃ βίου. δυοῖν γὰρ ἐχθροῖν εἰς ἓν ἐλθόντοιν στέγος, ἢ θάτερον δεῖ δυστυχεῖν ἢ θάτερον. ἐγὼ μὲν οὖν σοι καὶ συνεκπονεῖν θέλω, καὶ συμφονεύειν παῖδ ἐπεισελθὼν δόμους οὗ δαῖθ ὁπλίζει, καὶ τροφεῖα δεσπόταις ἀποδοὺς θανεῖν τε ζῶν τε φέγγος εἰσορᾶν. ἓν γάρ τι τοῖς δούλοισιν αἰσχύνην φέρει, τοὔνομα: τὰ δ ἄλλα πάντα τῶν ἐλευθέρων οὐδὲν κακίων δοῦλος, ὅστις ἐσθλὸς ᾖ. κἀγώ, φίλη δέσποινα, συμφορὰν θέλω κοινουμένη τήνδ ἢ θανεῖν ἢ ζῆν καλῶς.?

상위

Ion

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION