호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κοιναὶ μὲν ἡμῖν δωμάτων εὐπραξίαι:? ὅμως δὲ καὶ δέσποιναν ἐς τέκν εὐτυχεῖν ἐβουλόμην ἂν τούς τ Ἐρεχθέως δόμους. ὦ τέκνον, ἐς μὲν σὴν ἀνεύρεσιν θεὸς ὀρθῶς ἔκρανε, καὶ συνῆψ ἐμοί τε σέ, σύ τ αὖ τὰ φίλταθ ηὑρ῀ες οὐκ εἰδὼς πάρος. ὃ δ ᾖξας ὀρθῶς, τοῦτο κἄμ ἔχει πόθος, ὅπως σύ τ, ὦ παῖ, μητέρ εὑρήσεις σέθεν, ἐγώ θ ὁποίας μοι γυναικὸς ἐξέφυς. χρόνῳ δὲ δόντες ταῦτ ἴσως εὑρ´οιμεν ἄν. ἀλλ ἐκλιπὼν θεοῦ δάπεδ ἀλητείαν τε σὴν ἐς τὰς Ἀθήνας στεῖχε κοινόφρων πατρί, οὗ ς ὄλβιον μὲν σκῆπτρον ἀναμένει πατρός, πολὺς δὲ πλοῦτος: οὐδὲ θάτερον νοσῶν δυοῖν κεκλήσῃ δυσγενὴς πένης θ ἅμα, ἀλλ εὐγενής τε καὶ πολυκτήμων βίου. σιγᾷς· τί πρὸς γῆν ὄμμα σὸν βαλὼν ἔχεις· ἐς φροντίδας δ ἀπῆλθες, ἐκ δὲ χαρμονῆς πάλιν μεταστὰς δεῖμα προσβάλλεις πατρί. οὐ ταὐτὸν εἶδος φαίνεται τῶν πραγμάτων πρόσωθεν ὄντων ἐγγύθεν θ ὁρωμένων. ἐγὼ δὲ τὴν μὲν συμφορὰν ἀσπάζομαι, πατέρα ς ἀνευρών: ὧν δὲ γιγνώσκω, πάτερ, ἄκουσον. εἶναί φασι τὰς αὐτόχθονας κλεινὰς Ἀθήνας οὐκ ἐπείσακτον γένος, ἵν ἐσπεσοῦμαι δύο νόσω κεκτημένος, πατρός τ ἐπακτοῦ καὐτὸς ὢν νοθαγενής. καὶ τοῦτ ἔχων τοὔνειδος, ἀσθενὴς μὲν ὤν - μηδὲν καὶ οὐδὲν ὢν κεκλήσομαι: ἢν δ ἐς τὸ πρῶτον πόλεος ὁρμηθεὶς ζυγὸν ζητῶ τις εἶναι, τῶν μὲν ἀδυνάτων ὕπο μισησόμεσθα: λυπρὰ γὰρ τὰ κρείσσονα: ὅσοι δέ, χρηστοὶ δυνάμενοί τ εἶναι σοφοί, σιγῶσι κοὐ σπεύδουσιν ἐς τὰ πράγματα, γέλωτ ἐν αὐτοῖς μωρίαν τε λήψομαι οὐχ ἡσυχάζων ἐν πόλει φόβου πλέᾳ. τῶν δ αὖ λογίων τε χρωμένων τε τῇ πόλει ἐς ἀξίωμα βὰς πλέον φρουρήσομαι ψήφοισιν. οὕτω γὰρ τάδ, ὦ πάτερ, φιλεῖ: οἳ τὰς πόλεις ἔχουσι κἀξιώματα, τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι. ἐλθὼν δ ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢν γυναῖκά θ ὡς ἄτεκνον, ἣ κοινουμένη τὰς συμφοράς σοι πρόσθεν, ἀπολαχοῦσα νῦν αὐτὴ καθ αὑτὴν τὴν τύχην οἴσει πικρῶς, πῶς οὐχ ὑπ αὐτῆς εἰκότως μισήσομαι, ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός, ἣ δ οὖς ἄτεκνος τὰ σὰ φίλ εἰσορᾷ πικρῶς, κᾆτ ἢ προδοὺς σύ μ ἐς δάμαρτα σὴν βλέπῃς ἢ τἀμὰ τιμῶν δῶμα συγχέας ἔχῃς· ὅσας σφαγὰς δὴ φαρμάκων τε θανασίμων γυναῖκες ηὑρ῀ον ἀνδράσιν διαφθοράς. ἄλλως τε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ, ἄπαιδα γηράσκουσαν: οὐ γὰρ ἀξία πατέρων ἀπ ἐσθλῶν οὖς ἀπαιδίᾳ νοσεῖν. τυραννίδος δὲ τῆς μάτην αἰνουμένης τὸ μὲν πρόσωπον ἡδύ, τἀν δόμοισι δὲ λυπηρά:
τίς γὰρ μακάριος, τίς εὐτυχής, ὅστις δεδοικὼς καὶ παραβλέπων βίον αἰῶνα τείνει· δημότης ἂν εὐτυχὴς ζῆν ἂν θέλοιμι μᾶλλον ἢ τύραννος ὤν, ᾧ τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν, ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος. εἴποις ἂν ὡς ὁ χρυσὸς ἐκνικᾷ τάδε, πλουτεῖν τε τερπνόν· οὐ φιλῶ ψόφους κλύειν ἐν χερσὶ σῴζων ὄλβον οὐδ ἔχειν πόνους: εἰή γ ἐμοὶ <μὲν> μέτρια μὴ λυπουμένῳ. ἃ δ ἐνθάδ εἶχον ἀγάθ ἄκουσόν μου, πάτερ:
καλῶς ἔλεξας, εἴπερ οὓς ἐγὼ φιλῶ ἐν τοῖσι σοῖσιν εὐτυχήσουσιν φίλοις. τὴν φιλτάτην μὲν πρῶτον ἀνθρώπῳ σχολὴν ὄχλον τε μέτριον, οὐδέ μ ἐξέπληξ ὁδοῦ πονηρὸς οὐδείς: κεῖνο δ οὐκ ἀνασχετόν, εἴκειν ὁδοῦ χαλῶντα τοῖς κακίοσιν. θεῶν δ ἐν εὐχαῖς ἢ γόοισιν ἦ βροτῶν, ὑπηρετῶν χαίρουσιν, οὐ γοωμένοις. καὶ τοὺς μὲν ἐξέπεμπον, οἳ δ ἧκον ξένοι, ὥσθ ἡδὺς αἰεὶ καινὸς ἐν καινοῖσιν ἦ. ὃ δ εὐκτὸν ἀνθρώποισι, κἂν ἄκουσιν ᾖ, δίκαιον εἶναί μ ὁ νόμος ἡ φύσις θ ἅμα παρεῖχε τῷ θεῷ. ταῦτα συννοούμενος κρείσσω νομίζω τἀνθάδ ἢ τἀκεῖ, πάτερ. ἐά δ ἔμ αὐτοῦ ζῆν: ἴση γὰρ ἡ χάρις, μεγάλοισι χαίρειν σμικρά θ ἡδέως ἔχειν. παῦσαι λόγων τῶνδ, εὐτυχεῖν δ ἐπίστασο:
θέλω γὰρ οὗπέρ ς ηὑρ῀ον ἄρξασθαι, τέκνον, κοινῆς τραπέζης, δαῖτα πρὸς κοινὴν πεσών, θῦσαί θ ἅ σου πρὶν γενέθλι οὐκ ἐθύσαμεν. καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων ς ἐφέστιον δείπνοισι τέρψω, τῆς δ Ἀθηναίων χθονὸς ἄξω θεατὴν δῆθεν, ὡς οὐκ ὄντ ἐμόν. καὶ γὰρ γυναῖκα τὴν ἐμὴν οὐ βούλομαι λυπεῖν ἄτεκνον οὖσαν αὐτὸς εὐτυχῶν. χρόνῳ δὲ καιρὸν λαμβάνων προσάξομαι δάμαρτ ἐᾶν σε σκῆπτρα τἄμ ἔχειν χθονός. Ιὤνα δ ὀνομάζω σε τῇ τύχῃ πρέπον, ὁθούνεκ ἀδύτων ἐξιόντι μοι θεοῦ ἴχνος συνῆψας πρῶτος. ἀλλὰ τῶν φίλων πλήρωμ ἀθροίσας βουθύτῳ σὺν ἡδονῇ πρόσειπε, μέλλων Δελφίδ ἐκλιπεῖν πόλιν. ὑμῖν δὲ σιγᾶν, δμωΐδες, λέγω τάδε, ἢ θάνατον εἰπούσαισι πρὸς δάμαρτ ἐμήν. στείχοιμ ἄν. ἓν δὲ τῆς τύχης ἄπεστί μοι: εἰ μὴ γὰρ ἥτις μ ἔτεκεν εὑρήσω, πάτερ, ἀβίωτον ἡμῖν. εἰ δ ἐπεύξασθαι χρεών, ἐκ τῶν Ἀθηνῶν μ ἡ τεκοῦς εἰή γυνή, ὥς μοι γένηται μητρόθεν παρρησία. καθαρὰν γὰρ ἤν τις ἐς πόλιν πέσῃ ξένος, κἂν τοῖς λόγοισιν ἀστὸς ᾖ, τό γε στόμα δοῦλον πέπαται κοὐκ ἔχει παρρησίαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기