- 텍스트

Euripides, Ion, episode, trochees

(에우리피데스, Ion, episode, trochees)

πρόσπολοι γυναῖκες, αἳ τῶνδ ἀμφὶ κρηπῖδας δόμων θυοδόκων φρούρημ ἔχουσαι δεσπότιν φυλάσσετε, ἐκλέλοιπ ἤδη τὸν ἱερὸν τρίποδα καὶ χρηστήριον Ξοῦθος, ἢ μίμνει κατ οἶκον ἱστορῶν ἀπαιδίαν·? ἐν δόμοις ἔστ, ὦ ξέν: οὔπω δῶμ ὑπερβαίνει τόδε. ὡς δ ἐπ ἐξόδοισιν ὄντος, τῶνδ ἀκούομεν πυλῶν δοῦπον, ἐξιόντα τ ἤδη δεσπότην ὁρᾶν πάρα. ὦ τέκνον, χαῖρ: ἡ γὰρ ἀρχὴ τοῦ λόγου πρέπουσά μοι. χαίρομεν: σὺ δ εὖ φρόνει γε, καὶ δύ ὄντ εὖ πράξομεν. δὸς χερὸς φίλημά μοι σῆς σώματός τ ἀμφιπτυχάς. εὖ φρονεῖς μέν· ἤ ς ἔμηνε θεοῦ τις, ὦ ξένε, βλάβη· σωφρονῶ: τὰ φίλταθ εὑρὼν οὐ φυγεῖν ἐφίεμαι. παῦε, μὴ ψαύσας τὰ τοῦ θεοῦ στέμματα ῥήξῃς χερί. ἅψομαι: κοὐ ῥυσιάζω, τἀμὰ δ εὑρίσκω φίλα. οὐκ ἀπαλλάξῃ, πρὶν εἴσω τόξα πλευμόνων λαβεῖν· ὡς τί δὴ φεύγεις με· σαυτοῦ γνωρίσας τὰ φίλτατα - οὐ φιλῶ φρενοῦν ἀμούσους καὶ μεμηνότας ξένους. κτεῖνε καὶ πίμπρη: πατρὸς γάρ, ἢν κτάνῃς, ἔσῃ φονεύς. ποῦ δέ μοι πατὴρ σύ· ταῦτ οὖν οὐ γέλως κλύειν ἐμοῦ· οὔ: τρέχων ὁ μῦθος ἄν σοι τἀμὰ σημήνειεν ἄν. καὶ τί μοι λέξεις· πατὴρ σός εἰμι καὶ σὺ παῖς ἐμός. τίς λέγει τάδε· ὅς ς ἔθρεψεν ὄντα Λοξίας ἐμόν. μαρτυρεῖς σαυτῷ. τὰ τοῦ θεοῦ γ ἐκμαθὼν χρηστήρια. ἐσφάλης αἴνιγμ ἀκούσας. οὐκ ἄρ ὄρθ ἀκούομεν. ὁ δὲ λόγος τίς ἐστι Φοίβου· τὸν συναντήσαντά μοι - τίνα συνάντησιν· δόμων τῶνδ ἐξιόντι τοῦ θεοῦ συμφορᾶς τίνος κυρῆσαι· παῖδ ἐμὸν πεφυκέναι. σὸν γεγῶτ, ἢ δῶρον ἄλλως· δῶρον, ὄντα δ ἐξ ἐμοῦ. πρῶτα δῆτ ἐμοὶ ξυνάπτεις πόδα σόν· οὐκ ἄλλῳ, τέκνον. ἡ τύχη πόθεν ποθ ἥκει· δύο μίαν θαυμάζομεν. ἐά. τίνος δέ σοι πέφυκα μητρός· οὐκ ἔχω φράσαι. οὐδὲ Φοῖβος εἶπε· τερφθεὶς τοῦτο, κεῖν οὐκ ἠρόμην. γῆς ἄρ ἐκπέφυκα μητρός. οὐ πέδον τίκτει τέκνα. πῶς ἂν οὖν εἰήν σός· οὐκ οἶδ, ἀναφέρω δ ἐς τὸν θεόν.?

상위

Ion

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION