호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σὺ δ εἶ τίς·? ὥς σου τὴν τεκοῦσαν ὤλβισα. τοῦ θεοῦ καλοῦμαι δοῦλος εἰμί τ, ὦ γύναι. ἀνάθημα πόλεως, ἤ τινος πραθεὶς ὕπο· οὐκ οἶδα πλὴν ἕν: Λοξίου κεκλήμεθα. ἡμεῖς ς ἄρ αὖθις, ὦ ξέν, ἀντοικτίρομεν. ὡς μὴ εἰδόθ ἥτις μ ἔτεκεν ἐξ ὅτου τ ἔφυν. ναοῖσι δ οἰκεῖς τοισίδ ἢ κατὰ στέγας· ἅπαν θεοῦ μοι δῶμ, ἵν ἂν λάβῃ μ ὕπνος. παῖς δ ὢν ἀφίκου ναὸν ἢ νεανίας· βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι. καὶ τίς γάλακτί ς ἐξέθρεψε Δελφίδων· οὐπώποτ ἔγνων μαστόν: ἣ δ ἔθρεψέ με . . . τίς, ὦ ταλαίπωρ· ὡς νοσοῦς ηὑρ῀ον νόσους. Φοίβου προφῆτις, μητέρ ὣς νομίζομεν. ἐς δ ἄνδρ ἀφίκου τίνα τροφὴν κεκτημένος· βωμοί μ ἔφερβον οὑπιών τ ἀεὶ ξένος. τάλαινά ς ἡ τεκοῦσα: τίς ποτ ἦν ἄρα· ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως. ἔχεις δὲ βίοτον: εὖ γὰρ ἤσκησαι πέπλοις. τοῖς τοῦ θεοῦ κοσμούμεθ, ᾧ δουλεύομεν. οὐδ ᾖξας εἰς ἔρευναν ἐξευρεῖν γονάς· ἔχω γὰρ οὐδέν, ὦ γύναι, τεκμήριον. φεῦ: πέπονθέ τις σῇ μητρὶ ταὔτ ἄλλη γυνή. τίς· εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν. ἧς οὕνεκ ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν. ποῖόν τι χρῄζους· ὡς ὑπουργήσω, γύναι. μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν. λέγοις ἄν: ἡμεῖς τἄλλα προξενήσομεν. ἄκουε δὴ τὸν μῦθον. - ἀλλ αἰδούμεθα. οὔ τἄρα πράξεις οὐδέν: ἀργὸς ἡ θεός. Φοίβῳ μιγῆναί φησί τις φίλων ἐμῶν. Φοίβῳ γυνὴ γεγῶσα· μὴ λέγ, ὦ ξένη. καὶ παῖδά γ ἔτεκε τῷ θεῷ λάθρα πατρός. οὐκ ἔστιν: ἀνδρὸς ἀδικίαν αἰσχύνεται. οὔ φησιν αὐτή, καὶ πέπονθεν ἄθλια. τί χρῆμα δράσας, εἰ θεῷ συνεζύγη· τὸν παῖδ ὃν ἔτεκεν ἐξέθηκε δωμάτων. ὁ δ ἐκτεθεὶς παῖς ποῦ στιν· εἰσορᾷ φάος· οὐκ οἶδεν οὐδείς. ταῦτα καὶ μαντεύομαι. εἰ δ οὐκέτ ἔστι, τίνι τρόπῳ διεφθάρη· θῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν. ποίῳ τόδ ἔγνω χρωμένη τεκμηρίῳ· ἐλθοῦς ἵν αὐτὸν ἐξέθηκ οὐχ ηὑρ῀ ἔτι. ἦν δὲ σταλαγμὸς ἐν στίβῳ τις αἵματος· οὔ φησι. καίτοι πόλλ ἐπεστράφη πέδον. χρόνος δὲ τίς τῷ παιδὶ διαπεπραγμένῳ· σοὶ ταὐτὸν ἥβης, εἴπερ, εἶχεν ἂν μέτρον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기