호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰε῟ν:? τί δαὶ τόδ· ἆρ ἀληθὲς ἢ μάτην λόγος . . . τί χρῆμ ἐρωτᾷς· καὶ γὰρ οὐ κάμνω σχολῇ. πατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους· ἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν. σὺ δ ἐξεσώθης πῶς κασιγνήτων μόνη· βρέφος νεογνὸν μητρὸς ἦν ἐν ἀγκάλαις. πατέρα δ ἀληθῶς χάσμα σὸν κρύπτει χθονός· πληγαὶ τριαίνης ποντίου σφ ἀπώλεσαν. Μακραὶ δὲ χῶρός ἐστ ἐκεῖ κεκλημένος· τί δ ἱστορεῖς τόδ· ὥς μ ἀνέμνησάς τινος. τιμᾷ σφε Πύθιος ἀστραπαί τε Πύθιαι. τιμᾶ τιμᾶ : ὡς μήποτ ὤφελόν σφ ἰδεῖν. τί δὲ στυγεῖς σὺ τοῦ θεοῦ τὰ φίλτατα· οὐδέν: ξύνοιδ ἄντροισιν αἰσχύνην τινά. πόσις δὲ τίς ς ἔγημ Ἀθηναίων, γύναι· οὐκ ἀστός, ἀλλ ἐπακτὸς ἐξ ἄλλης χθονός. τίς· εὐγενῆ νιν δεῖ πεφυκέναι τινά. Ξοῦθος, πεφυκὼς Αἰόλου Διός τ ἄπο. καὶ πῶς ξένος ς ὢν ἔσχεν οὖσαν ἐγγενῆ· Εὔβοι Ἀθήναις ἔστι τις γείτων πόλις . . . ὁρ´οις ὑγροῖσιν, ὡς λέγους, ὡρισμένη. ταύτην ἔπερσε Κεκροπίδαις κοινῷ δορί. ἐπίκουρος ἐλθών· κᾆτα σὸν γαμεῖ λέχος· φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας. σὺν ἀνδρὶ δ ἥκεις ἢ μόνη χρηστήρια· σὺν ἀνδρί. σηκοὺς δ ἐκστρέφει Τροφωνίου. πότερα θεατὴς ἢ χάριν μαντευμάτων· κείνου τε Φοίβου θ ἓν θέλων μαθεῖν ἔπος. καρποῦ δ ὕπερ γῆς ἥκετ, ἢ παίδων πέρι· ἄπαιδές ἐσμεν, χρόνι ἔχοντ εὐνήματα. οὐδ ἔτεκες οὐδὲν πώποτ, ἀλλ ἄτεκνος εἶ· ὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν. ὦ τλῆμον, ὡς τἄλλ εὐτυχοῦς οὐκ εὐτυχεῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기